DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
47

περὶ δὲ τοῦ καλοῦ ΑΛΚΙΒΙΑΔΟΥ Σάτυρος ἱστορῶν λέγεται, φησίν, ὅτι ἐν Ἰωνίᾳ μὲν ὢν Ἰώνων ἐφαίνετο τρυφερώτερος, ἐν Θήβαις δὲ σωμασκῶν καὶ γυμναζόμενος τῶν Θηβαίων αὐτῶν μᾶλλον Βοιώτιος, ἐν Θετταλίᾳ δὲ ἱπποτροφῶν καὶ ἡνιοχῶν τῶν Ἀλευαδῶν ἱππικώτερος, ἐν Σπάρτῃ δὲ καρτερίαν καὶ ἀφέλειαν ἐπιτηδεύων ἐνίκα τοὺς Λάκωνας, ὑπερῆρεν δὲ καὶ τὴν τῶν Θρᾳκῶν ἀκρατοποσίαν. τὴν δὲ αὑτοῦ γυναῖκα πειρῶν ὡς ἕτερος ἔπεμψεν αὐτῇ χιλίους Δαρεικούς. κάλλιστος δὲ ὢν τὴν μορφὴν κόμην τε ἔτρεφεν ἐπὶ πολὺ τῆς ἡλικίας καὶ ὑποδήματα παρηλλαγμένα ἐφόρει, ἀπʼ αὐτοῦ Ἀλκιβιάδες καλεῖται. ὅτε δὲ χορηγοίη πομπεύων ἐν πορφυρίδι εἰσιὼν εἰς τὸ θέατρον, ἐθαυμάζετο οὐ μόνον ὑπὸ τῶν ἀνδρῶν ἀλλὰ καὶ ὑπὸ τῶν γυναικῶν. διὸ καὶ Ἀντισθένης Σωκρατικὸς ὡς δὴ αὐτὸς αὐτόπτης γεγονὼς τοῦ Ἀλκιβιάδου ἰσχυρὸν αὐτὸν καὶ ἀνδρώδη καὶ ἀπαίδευτον καὶ τολμηρὸν καὶ ὡραῖον ἐφʼ ἡλικίας πάσης γενέσθαι φησίν. εἰς δὲ τὰς ἀποδημίας ὁπότε στέλλοιτο, τέσσαρσι τῶν συμμαχίδων πόλεων ὥσπερ θεραπαίναις ἐχρῆτο. σκηνὴν μὲν γὰρ αὐτῷ Περσικὴν ἔπησσον Ἐφέσιοι, τροφὴν δὲ τοῖς ἵπποις αὐτοῦ Χῖοι παρεῖχον, ἱερεῖα δὲ παρίστασαν εἰς τὰς θυσίας καὶ κρεανομίας Κυζικηνοί, Λέσβιοι δὲ οἶνον παρεῖχον καὶ τὰ ἄλλα τὰ πρὸς τὴν καθʼ ἡμέραν δίαιταν. ἀφικόμενος δʼ Ἀθήνησιν ἐξ Ὀλυμπίας δύο πίνακας ἀνέθηκεν, Ἀγλαοφῶντος γραφήν· ὧν μὲν εἶχεν Ὀλυμπιάδα καὶ Πυθιάδα στεφανούσας αὐτόν, ἐν δὲ θατέρῳ Νεμέα ἦν καθημένη καὶ ἐπὶ τῶν γονάτων αὐτῆς Ἀλκιβιάδης, καλλίων φαινόμενος τῶν γυναικείων προσώπων. καὶ στρατηγῶν δὲ ἔτι καλὸς εἶναι ἤθελεν· ἀσπίδα γοῦν εἶχεν ἐκ χρυσοῦ καὶ ἐλέφαντος πεποιημένην, ἐφʼ ἧς ἦν ἐπίσημον Ἔρως κεραυνὸν ἠγκυλημένος. ἐπικωμάσας δέ ποτε ὡς Ἄνυτον ἐραστὴν ὄντα καὶ πλούσιον, συνεπικωμάζοντος αὐτῷ τῶν ἑταίρων ἑνὸς Θρασύλλου (τῶν πενήτων δʼ οὗτος ἦν), προπιὼν τῷ Θρασύλλῳ τὰ ἡμίση τῶν ποτηρίων τῶν ἐπὶ τῷ κυλικείῳ προκειμένων ἐκέλευσε τοὺς ἀκολούθους ἀποφέρειν πρὸς τὸν Θράσυλλον· εἶθʼ οὕτω φιλοφρονησάμενος τὸν Ἄνυτον ἀπηλλάσσετο. δὲ Ἄνυτος πάνυ ἐλευθερίως καὶ ἐρωτικῶς, λεγόντων τινῶν ὡς ἀγνώμονα εἴη πεποιηκὼς Ἀλκιβιάδης, οὐ μὰ Δίʼ, ἔφη, ἀλλʼ εὐγνώμονα· ἔχων ἐξουσίαν ἅπαντα λαβεῖν τὰ ἡμίση κατέλιπεν.
Kaibel Index Scriptorum
ANTISTHENES
SATYRVS

ANACREO
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Lysias
Satyrus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License