DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
45

ΠΕΡΙΚΛΕΑ δὲ τὸν Ὀλύμπιόν φησιν Ἡρακλείδης Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς ὡς ἀπήλλαξεν ἐκ τῆς οἰκίας τὴν γυναῖκα καὶ τὸν μεθʼ ἡδονῆς βίον προείλετο ᾤκει τε μετʼ Ἀσπασίας τῆς ἐκ Μεγάρων ἑταίρας καὶ τὸ πολὺ μέρος τῆς οὐσίας εἰς ταύτην κατανάλωσε. ΘΕΜΙΣΤΟΚΛΗΣ δὲ οὔπω Ἀθηναίων μεθυσκομένων οὐδʼ ἑταίραις χρωμένων ἐκφανῶς τέθριππον ζεύξας ἑταιρίδων διὰ τοῦ Κεραμεικοῦ πληθύοντος ἑωθινὸς ἤλασεν. ἀμφιβόλως δʼ αὐτὸ εἴρηκεν Ἰδομενεύς, εἴτε ἑταίρας τέτταρας συνυπέζευξεν ὡς ἵππους εἴτʼ ἀνεβίβασεν αὐτὰς ἐπὶ τὸ τέθριππον. Πόσσις δʼ ἐν τρίτῳ Μαγνητικῶν τὸν Θεμιστοκλέα φησὶν ἐν Μαγνησίᾳ τὴν στεφανηφόρον ἀρχὴν ἀναλαβόντα θῦσαι Ἀθηνᾷ καὶ τὴν ἑορτὴν Παναθήναια ὀνομάσαι καὶ Διονύσῳ Χοοπότῃ θυσιάσαντα καὶ τὴν Χοῶν ἑορτὴν αὐτόθι καταδεῖξαι. Κλέαρχος δὲ ἐν πρώτῳ περὶ Φιλίας τὸν Θεμιστοκλέα φησὶ τρίκλινον οἰκοδομησάμενον περικαλλέστατον ἀγαπᾶν ἂν ἔφησεν, εἰ τοῦτον φίλων πληρώσειεν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License