DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
43

ἐν δὲ τῇ τρισκαιδεκάτῃ τῶν Φιλιππικῶν περὶ ΧΑΒΡΙΟΥ τοῦ Ἀθηναίων στρατηγοῦ ἱστορῶν φησιν· οὐ δυνάμενος δὲ ζῆν ἐν τῇ πόλει τὰ μὲν διὰ τὴν ἀσέλγειαν καὶ διὰ τὴν πολυτέλειαν τὴν αὑτοῦ τὴν περὶ τὸν βίον, τὰ δὲ διὰ τοὺς Ἀθηναίους ἅπασι γάρ εἰσι χαλεποί· διὸ καὶ εἵλοντο αὐτῶν οἱ ἔνδοξοι ἔξω τῆς πόλεως καταβιοῦν, Ἰφικράτης μὲν ἐν Θρᾴκῃ, Κόνων δʼ ἐν Κύπρῳ, Τιμόθεος δʼ ἐν Λέσβῳ, Χάρης δʼ ἐν Σιγείῳ, καὶ αὐτὸς Χαβρίας ἐν Αἰγύπτῳ. καὶ περὶ τοῦ Χάρητος ἐν τῇ πέμπτῃ καὶ τεσσαρακοστῇ φησιν· Χάρητός τε νωθροῦ τε ὄντος καὶ βραδέος, καίτοι γε καὶ πρὸς τρυφὴν ἤδη ζῶντος· ὅς γε περιήγετο στρατευόμενος αὐλητρίδας καὶ ψαλτρίας καὶ πεζὰς ἑταίρας, καὶ τῶν χρημάτων τῶν εἰσφερομένων εἰς τὸν πόλεμον τὰ μὲν εἰς ταύτην τὴν ὕβριν ἀνήλισκε, τὰ δʼ αὐτοῦ κατέλειπεν Ἀθήνησιν τοῖς τε λέγουσιν καὶ τὰ ψηφίσματα γράφουσιν καὶ τῶν ἰδιωτῶν τοῖς δικαζομένοις· ἐφʼ οἷς δῆμος τῶν Ἀθηναίων οὐδεπώποτε ἠγανάκτησεν, ἀλλὰ διὰ ταῦτα καὶ μᾶλλον αὐτὸν ἠγάπα τῶν πολιτῶν, καὶ δικαίως· καὶ γὰρ αὐτοὶ τοῦτον τὸν τρόπον ἔζων, ὥστε τοὺς μὲν νέους ἐν τοῖς αὐλητριδίοις καὶ παρὰ ταῖς ἑταίραις διατρίβειν, τοὺς δὲ μικρὸν ἐκείνων πρεσβυτέρους ἐν πότοις καὶ κύβοις καὶ ταῖς τοιαύταις ἀσωτίαις, τὸν δὲ δῆμον ἅπαντα πλείω καταναλίσκειν εἰς τὰς κοινὰς ἑστιάσεις καὶ κρεανομίας ἤπερ εἰς τὴν τῆς πόλεως διοίκησιν. ἐν δὲ τῷ ἐπιγραφομένῳ τοῦ Θεοπόμπου συγγράμματι περὶ τῶν ἐκ Δελφῶν συληθέντων Χρημάτων Χάρητι, φησί, τῷ Ἀθηναίῳ διὰ Λυσάνδρου τάλαντα ἑξήκοντα. ἀφʼ ὧν ἐδείπνισεν Ἀθηναίους ἐν τῇ ἀγορᾷ θύσας τὰ ἐπινίκια τῆς γενομένης μάχης πρὸς τοὺς Φιλίππου ξένους. ὧν ἡγεῖτο μὲν Ἀδαῖος Ἀλεκτρυὼν ἐπικαλούμενος· περὶ οὗ καὶ Ἡρακλείδης τῶν κωμῳδιῶν ποιητὴς μέμνηται οὕτως· Ἀλεκτρυόνα τὸν τοῦ Φιλίππου παραλαβὼν ἀωρὶ κοκκύζοντα καὶ πλανώμενον κατέκοψεν· οὐ γὰρ εἶχεν οὐδέπω λόφον. ἕνα κατακόψας μάλα συχνοὺς ἐδείπνισεν Χάρης Ἀθηναίων τόθʼ· ὡς γενναῖος ἦν. τὰ αὐτὰ ἱστορεῖ καὶ Δοῦρις
Kaibel Index Scriptorum
HERACLIDES
THEOPOMPVS

DVRIS
IDOMENEVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Heraclides
Theopompus

Duris
Idomeneus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License