DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
40

οὐ μόνος δὲ Σαρδανάπαλλος διετέθρυπτο, ἀλλὰ καὶ ΑΝΔΡΟΚΟΤΤΟΣ Φρύξ. καὶ γὰρ οὗτος ἐνεδύσατο ἀνθινὴν ἐσθῆτα καὶ γυναικὸς εὐπρεπέστερον ἐκοσμεῖτο, ὡς Μνασέας φησὶν ἐν τρίτῳ Εὐρώπης Κλέαρχος δʼ ἐν πέμπτῳ Βίων ΣΑΓΑΡΙΝ φησι τὸν Μαριανδυνὸν ὑπὸ τρυφῆς σιτεῖσθαι μὲν μέχρι γήρως ἐκ τοῦ τῆς τιτθῆς στόματος, ἵνα μὴ μασώμενος πονέσειε, οὐ πώποτε δὲ τὴν χεῖρα κατωτέρω τοῦ ὀμφαλοῦ προενέγκασθαι. διὸ καὶ Ἀριστοτέλης Ξενοκράτην τὸν Χαλκηδόνιον σκώπτων ὅτι οὐρῶν οὐ προσῆγε τὴν χεῖρα τῷ αἰδοίῳ ἔλεγεν· χεῖρες μὲν ἁγναί, φρὴν δʼ ἔχει μίασμά τι. Κτησίας δὲ ἱστορεῖ ΑΝΝΑΡΟΝ τὸν βασιλέως ὕπαρχον καὶ τῆς Βαβυλωνίας δυναστεύσαντα στολῇ χρῆσθαι γυναικείᾳ καὶ κόσμῳ, καὶ ὅτι βασιλέως δούλῳ ὄντι αὐτῷ εἰς τὸ δεῖπνον εἰσῄεσαν πεντήκοντα καὶ ἑκατὸν ψάλλουσαι καὶ ᾄδουσαι γυναῖκες. ἔψαλλον δὲ αὗται καὶ ᾖδον ἐκείνου δειπνοῦντος· Φοῖνιξ δʼ Κολοφώνιος ποιητὴς περὶ ΝΙΝΟΥ λέγων ἐν τῷ πρώτῳ τῶν Ἰάμβων φησίν· ἀνὴρ Νίνος τις ἐγένετʼ, ὡς ἐγὼ ʼκούω, Ἀσσύριος· ὅστις εἶχε χρυσίου πόντον, τάλαντα πολλῷ πλέονα Κασπίης ψάμμου· ὃς οὐκ ἴδʼ ἀστέρʼ οὐδιζωνεδιζητο, οὐ παρʼ μάγοισι πῦρ ἱερὸν ἀνέστησεν, ὥσπερ νόμος, ῥάβδοισι τοῦ θεοῦ ψαύων· οὐ μυθηητης, οὐ δικασπόλος κεῖνος, οὐ λεωλογεῖν ἐμάνθανʼ, οὐκ ἀμιθρῆσαι, ἀλλʼ ἦν ἄριστος ἐσθίειν τε καὶ πίνειν κἠρᾶν, τὰ δʼ ἄλλα πάντα κατὰ πετρῶν ὤθει. ὡς δʼ ἀπέθανʼ ὡνήρ, πᾶσι κατέλιπε ῥῆσιν, ὅκου Νίνος νῦν ἐστι καὶ τὸ σῆμʼ ᾄδει· ἄκουσον, εἴτʼ Ἀσσύριος εἴτε καὶ Μῆδος εἶς Κόραξος ἀπὸ τῶν ἄνω λιμνῶν Ἰνδὸς κομήτης· οὐ γὰρ ἅλια κηρύσσω· ἐγὼ Νίνος πάλαι ποτʼ ἐγενόμην πνεῦμα, νῦν δʼ οὐκ ἔτʼ οὐδέν, ἀλλὰ γῆ πεποίημαι. ἔχω δʼ ὁκόσον ἔπαισα χὠκόσʼ ἤεισα ............ χὠκόσʼ ἠράσθην. τὰ δʼ ὄλβιʼ ἡμέων δήιοι συνελθόντες φέρουσιν, ὥσπερ ὠμὸν ἔριφον αἱ Βάκχαι. ἐγὼ δʼ ἐς Ἅιδην οὔτε χρυσὸν οὔθʼ ἵππον οὔτʼ ἀργυρῆν ἅμαξαν ᾠχόμην ἕλκων· σποδὸς δὲ πολλὴ χὠ μιτρηφόρος κεῖμαι.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License