DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
39

Κλέαρχος δὲ περὶ τοῦ Περσῶν βασιλέως διηγούμενος ὅτι τοῖς αὐτῷ πορίσασιν ἡδύ τι βρῶμα ἆθλα ἐτίθει ... νοῦν οὐκ ἔχων· τοῦτο γάρ ἐστιν λεγόμενος, οἶμαι, Διὸς ἅμα καὶ βασιλέως ἐγκέφαλος· ὅθεν πάντων εὐδαιμονέστατος Σαρδανάπαλλος, παρʼ ὅλον τὸν βίον τιμήσας τὰς ἀπολαύσεις, καὶ τελευτήσας δείκνυσιν ἐν τῷ τοῦ μνήματος τύπῳ τοῖς δακτύλοις οἵου καταγέλωτός ἐστιν ἄξια τὰ τῶν ἀνθρώπων πράγματα, οὐκ ἄξια ὄντα ψόφου δακτύλων, ὃν πεποίηται ποιούμενος δὶς ἐν χορῷ περὶ τὰ λοιπὰ σπουδή. φαίνεται οὖν οὐκ ἄπρακτος γενόμενος Σαρδανάπαλλος· καὶ γὰρ ἐπιγέγραπται αὐτοῦ τῷ μνήματι· Σαρδανάπαλλος Ἀνακυνδαράξεω Ἀγχιάλην ἔδειμε καὶ Ταρσὸν μιῇ ἡμέρῃ, ἀλλὰ νῦν τέθνηκεν. Ἀμύντας δὲ ἐν τρίτῳ Σταθμῶν ἐν τῇ Νίνῳ φησὶν εἶναι χῶμα ὑψηλόν, ὅπερ κατασπάσαι Κῦρον ἐν τῇ πολιορκίᾳ ἀντιχωννύντα τῇ πόλει. λέγεσθαι δὲ τὸ χῶμα τοῦτʼ εἶναι Σαρδαναπάλλου τοῦ βασιλεύσαντος Νίνου, ἐφʼ οὗ καὶ ἐπιγεγράφθαι ἐν στήλῃ λιθίνῃ Χαλδαικοῖς γράμμασιν μετενεγκεῖν Χοιρίλον ἔμμετρον ποιήσαντα. εἶναι δὲ τοῦτο· ἐγὼ δὲ ἐβασίλευσα καὶ ἄχρι ἑώρων τοῦ ἡλίου τὸ φῶς, ἔπιον, ἔφαγον, ἠφροδισίασα, εἰδὼς τόν τε χρόνον ὄντα βραχὺν ὃν ζῶσιν οἱ ἄνθρωποι καὶ τοῦτον πολλὰς ἔχοντα μεταβολὰς καὶ καποπαθείας, καὶ ὧν ἂν καταλίπω ἀγαθῶν ἄλλοι ἕξουσι τὰς ἀπολαύσεις. διὸ κἀγὼ ἡμέραν οὐδεμίαν παρέλιπον τοῦτο ποιῶν. Κλείταρχος δʼ ἐν τῇ τετάρτῃ τῶν περὶ Ἀλέξανδρον γήρᾳ τελευτῆσαί φησιν Σαρδανάπαλλον μετὰ τὴν ἀπόπτωσιν τῆς Σύρων ἀρχῆς. Ἀριστόβουλος δʼ ἐν Ἀγχιάλῃ, ἣν ἐδείματο, φησί, Σαρδανάπαλλος, Ἀλέξανδρος ἀναβαίνων εἰς Πέρσας κατεστρατοπεδεύσατο. καὶ ἦν οὐ πόρρω τὸ τοῦ Σαρδαναπάλλου μνημεῖον, ἐφʼ οὗ ἑστάναι τύπον λίθινον συμβεβληκότα τῆς δεξιᾶς χειρὸς τοὺς δακτύλους, ὡς ἂν ἀποκροτοῦντα. ἐπιγεγράφθαι δʼ αὐτῷ Ἀσσυρίοις γράμμασι· Σαρδανάπαλλος Ἀνακυνδαράξεω παῖς Ἀγχιάλην καὶ Ταρσὸν ἔδειμεν ἡμέρῃ μιῇ. ἔσθιε, πῖνε, παῖζε· ὡς τἄλλα τούτου οὐκ ἄξια, τοῦ ἀποκροτήματος ἔοικε λέγειν.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License