DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
38

περὶ δὲ τῶν κατʼ ἄνδρα τάδʼ ἤκουσα. Κτησίας ἐν τρίτῃ Περσικῶν καὶ πάντας μέν φησι τοὺς βασιλεύσαντας τῆς Ἀσίας περὶ τρυφὴν σπουδάσαι, μάλιστα δὲ ΝΙΝΥΑΝ τὸν Νίνου καὶ Σεμιράμιδος υἱόν. καὶ οὗτος οὖν ἔνδον μένων καὶ τρυφῶν ὑπʼ οὐδενὸς ἑωρᾶτο εἰ μὴ ὑπὸ τῶν εὐνούχων καὶ τῶν ἰδίων γυναικῶν. τοιοῦτος δʼ ἦν καὶ ΣΑΡΔΑΝΑΠΑΛΛΟΣ, ὃν οἳ μὲν Ἀνακυνδαράξεω λέγουσιν υἱόν, οἳ δὲ Ἀναβαραξάρου. ὅτε δὴ οὖν Ἀρβάκης, εἷς τῶν ὑπʼ αὐτὸν στρατηγῶν Μῆδος γένος, διεπράξατο διά τινος τῶν εὐνούχων Σπαραμείζου θεάσασθαι Σαρδανάπαλλον καὶ μόλις αὐτῷ ἐπετράπη ἐκείνου ἐθελήσαντος, ὡς εἰσελθὼν εἶδεν αὐτὸν Μῆδος ἐψιμυθιωμένον καὶ κεκοσμημένον γυναικιστὶ καὶ μετὰ τῶν παλλακίδων ξαίνοντα πορφύραν ἀναβάδην τε μετʼ αὐτῶν καθήμενον, τὰς ὀφρῦς ὑπογεγραμμένον, γυναικείαν δὲ στολὴν ἔχοντα καὶ κατεξυρημένον τὸν πώγωνα καὶ κατακεκισηρισμένον ἦν δὲ καὶ γάλακτος λευκότερος καὶ ὑπεγέγραπτο τοὺς ὀφθαλμούς ἐπεὶ δὲ καὶ προσεῖδεν τὸν Ἀρβάκην τὰ λευκὰ ἐπαναβαλὼν τοῖν ὀφθαλμοῖν, οἱ μὲν πολλοί, ὧν ἐστι καὶ Δοῦρις, ἱστοροῦσιν ὑπὸ τούτου ἀγανακτήσαντος εἰ τοιοῦτος αὐτῶν βασιλεύει συγκεντηθέντα ἀποθανεῖν. Κτησίας δὲ λέγε εἰς πόλεμον αὐτὸν καταστῆναι καὶ ἀθροίσαντα πολλὴν στρατιὰν καὶ καταλυθέντα ὑπὸ τοῦ Ἀρβάκου τελευτῆσαι ἑαυτὸν ἐμπρήσαντα ἐν τοῖς βασιλείοις, πυρὰν νήσαντα ὕψος τεσσάρων πλέθρων, ἐφʼ ἧς ἐπέθηκεν χρυσᾶς κλίνας ἑκατὸν καὶ πεντήκοντα καὶ ἴσας τραπέζας καὶ ταύτας χρυσᾶς. ἐποίησε δὲ ἐν τῇ πυρᾷ καὶ οἴκημα ἑκατόμπεδον ἐκ ξύλων κἀνταῦθα κλίνας ὑπεστόρεσε καὶ κατεκλίθη ἐνταῦθα αὐτός τε μετὰ καὶ τῆς γυναικὸς αὐτοῦ καὶ αἱ παλλακίδες ἐν ταῖς ἄλλαις κλίναις. τοὺς γὰρ τρεῖς υἱοὺς καὶ δύο θυγατέρας ὁρῶν τὰ πράγματα κακούμενα προπεπόμφει εἰς Νίνον πρὸς τὸν ἐκεῖ βασιλέα, δοὺς αὐτοῖς τρισχίλια χρυσίου τάλαντα· ἐπεστέγασεν δὲ τὸ οἴκημα δοκοῖς μεγάλαις τε καὶ παχείαις, ἔπειτα ἐν κύκλῳ περιέθηκε πολλὰ ξύλα καὶ παχέα, ὥστε μὴ εἶναι ἔξοδον. ἐνταῦθα ἐπέθηκεν μὲν χρυσίου μυριάδας χιλίας, ἀργυρίου δὲ μυρίας μυριάδας ταλάντων καὶ ἱμάτια καὶ πορφύρας καὶ στολὰς παντοδαπάς. ἔπειτα ὑφάψαι ἐκέλευσε τὴν πυράν, καὶ ἐκαίετο πεντεκαίδεκα ἡμέραις. οἳ δὲ ἐθαύμαζον ὁρῶντες τὸν καπνὸν καὶ ἐδόκουν αὐτὸν θυσίας ἐπιτελεῖν· ταῦτα δὲ μόνοι ᾔδεσαν οἱ εὐνοῦχοι. μὲν οὖν Σαρδανάπαλλος ἐκτόπως ἡδυπαθήσας ὡς ἐνῆν γενναίως ἐτελεύτησεν.
Kaibel Index Scriptorum
CTESIAS
DVRIS

CLEARCHVS
HYPEROCHVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Ctesias

Clearchus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License