DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
37

τοὺς δὲ ΚΟΥΡΗΤΑΣ Φύλαρχος διὰ τῆς ιαʹ τῶν Ἱστοριῶν Αἰσχύλον ἱστορεῖν διὰ τὴν τρυφὴν τυχεῖν τῆς προσηγορίας· χλιδῶν τε πλόκαμος ὥστε παρθένοις ἁβραῖς· ὅθεν καλεῖν Κουρῆτα λαὸν ᾔνεσαν. Ἀγάθων δʼ ἐν τῷ Θυέστῃ τοὺς τὴν Πρώνακτος θυγατέρα μνηστεύοντας τοῖς τε λοιποῖς πᾶσιν ἐξησκημένους ἐλθεῖν καὶ κομῶντας τὰς κεφαλάς, ἐπεὶ δʼ ἀπέτυχον τοῦ γάμου, κόμας ἐκειράμεσθα, φησίν, μάρτυρας τρυφῆς, που ποθεινὸν χρῆμα παιζούσῃ φρενί. ἐπώνυμον γοῦν εὐθὺς ἔσχομεν κλέος Κουρῆτες εἶναι, κουρίμου χάριν τριχός. καὶ ΚΥΜΑΙΟΙ δὲ οἱ ἐν Ἰταλίᾳ, ὥς φησιν Ὑπέροχος ποιήσας τὰ εἰς αὐτὸν ἀναφερόμενα Κυμαικά, διετέλεσαν χρυσοφοροῦντες καὶ ἀνθιναῖς ἐσθῆσι χρώμενοι καὶ μετὰ γυναικῶν εἰς τοὺς ἀγροὺς ἐξιόντες ἐπὶ ζευγῶν ὀχούμενοι. περὶ μὲν οὖν ἐθνῶν καὶ πόλεων τρυφῆς τοσαῦτα μνημονεύω.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License