DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
35

Ποσειδώνιος δʼ ἑκκαιδεκάτῃ Ἱστοριῶν περὶ τῶν κατὰ τὴν ΣΥΡΙΑΝ πόλεων λέγων ὡς ἐτρύφων γράφει καὶ ταῦτα· τῶν γοῦν ἐν ταῖς πόλεσιν ἀνθρώπων διὰ τὴν εὐβοσίαν τῆς χώρας ἀπὸ τῆς περὶ τὰ ἀναγκαῖα κακοπαθείας συνόδους νεμόντων πλείονας, ἐν αἷς εὐωχοῦντο συνεχῶς, τοῖς μὲν γυμνασίοις ὡς βαλανείοις χρώμενοι, ἀλειφόμενοι δʼ ἐλαίῳ πολυτελεῖ καὶ μύροις· τοῖς δὲ γραμματείοις οὕτως γὰρ ἐκάλουν τὰ κοινὰ τῶν συνδείπνων ὡς οἰκητηρίοις ἐνδιαιτώμενοι, καὶ τὸ πλεῖον τῆς ἡμέρας γαστριζόμενοι ἐν αὐτοῖς οἴνοις καὶ βρώμασιν, ὥστε καὶ προσαποφέρειν πολλὰ καὶ καταυλουμένους πρὸς χελωνίδος πολυκρότου ψόφον, ὥστε τὰς πόλεις ὅλας τοιούτοις κελάδοις συνηχεῖσθαι. Ἀγαθαρχίδης δʼ ἐν τῇ τριακοστῇ πέμπτῃ τῶν Εὐρωπιακῶν Ἀρυκανδεῖς, φησί, Λυκίας ὅμοροι ὄντες Λιμυρεῦσι διὰ τὴν περὶ τὸν βίον ἀσωτίαν καὶ πολυτέλειαν κατάχρεοι γενόμενοι καὶ διὰ τὴν ἀργίαν καὶ φιληδονίαν ἀδυνατοῦντες ἀποδοῦναι τὰ δάνεια προσέκλιναν ταῖς Μιθριδάτου ἐλπίσιν, ἆθλον ἕξειν νομίσαντες χρεῶν ἀποκοπάς. ἐν δὲ τῇ λαʹ Ζακυνθίους φησὶν ἀπείρους εἶναι πολέμου διὰ τὸ ἐν εὐπορίᾳ καὶ πλούτῳ τρυφῶντας ἐθίζεσθαι.
Kaibel Index Scriptorum
AGATHARCHIDES
POSIDONIVS

POLYBIVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Agatharchides

Plato
Polybius
Posidonius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License