DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
34

διαβόητοι δʼ εἰσὶ περὶ τρυφὴν ΣΙΚΕΛΙΩΤΑΙ τε καὶ ΣΥΡΑΚΟΣΙΟΙ, ὡς καὶ Ἀριστοφάνης φησὶν ἐν Δαιταλεῦσιν· ἀλλʼ οὐ γὰρ ἔμαθε ταῦτʼ ἐμοῦ πέμποντος, ἀλλὰ μᾶλλον πίνειν, ἔπειτʼ ᾄδειν κακῶς, Συρακοσίαν τράπεζαν Συβαρίτιδάς τʼ εὐωχίας καὶ Χῖον ἐκ Λακαινᾶν ... Πλάτων δʼ ἐν ταῖς Ἐπιστολαῖς φησιν· ταύτην δὴ τὴν διάνοιαν ἔχων εἰς Ἰταλίαν τε καὶ Σικελίαν ἦλθον ὅτε πρῶτον ἀφικόμην. ἐλθόντα δέ με ταύτῃ βίος οὐδαμῇ οὐδαμῶς ἤρεσεν, δίς τε τῆς ἡμέρας ἐμπιπλάμενον ζῆν καὶ μηδέποτε κοιμώμενον μόνον νύκτωρ καὶ ὅσα τούτῳ ἐπιτηδεύματα συνέπεται τῷ βίῳ. ἐκ γὰρ τούτων τῶν ἐθῶν οὔτʼ ἂν φρόνιμος οὐδείς ποτε γενέσθαι τῶν ὑπὸ τὸν οὐρανὸν ἀνθρώπων ἐκ νέου ἐπιτηδεύων δύναιτο, σώφρων δʼ οὐδʼ ἂν μελλήσαι ποτὲ γενέσθαι. κἀν τρίτῳ δὲ Πολιτείας γράφει οὕτως· Συρακοσίαν δέ, φίλε, τράπεζαν καὶ Σικελικὴν ποικιλίαν ὄψου, ὡς ἔοικας, οὐκ αἰνεῖς· ψέγεις δὲ καὶ Κορινθίαν κόρην φίλην εἶναι ἀνδράσιν μέλλουσιν εὖ σώματος ἕξειν καὶ Ἀττικῶν πεμμάτων τὰς δοκούσας εἶναι εὐπαθείας.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Plato

Aristophanes
Posidonius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License