DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
33

περὶ δὲ ΘΕΤΤΑΛΩΝ λέγων ἐν τῇ τετάρτῃ φησὶν ὅτι ζῶσιν οἳ μὲν σὺν ταῖς ὀρχηστρίσιν καὶ ταῖς αὐλητρίσιν διατρίβοντες, οἳ δʼ ἐν κύβοις καὶ πότοις καὶ ταῖς τοιαύταις ἀκολασίαις διημερεύοντες, καὶ μᾶλλον σπουδάζουσιν ὅπως ὄψων παντοδαπῶν τὰς τραπέζας παραθήσονται πλήρεις τὸν αὑτῶν βίον ὅπως παρασχήσονται κεκοσμημένον. Φαρσάλιοι δὲ πάντων, φησίν, ἀνθρώπων εἰσὶν ἀργότατοι καὶ πολυτελέστατοι. ὡμολόγηνται δʼ οἱ Θετταλοί, ὡς καὶ Κριτίας φησί, πάντων Ἑλλήνων πολυτελέστατοι γεγενῆσθαι περί τε τὴν δίαιταν καὶ τὴν ἐσθῆτα· ὅπερ αὐτοῖς αἴτιον ἐγένετο κατὰ τῆς Ἑλλάδος ἐπαγαγεῖν τοὺς Πέρσας, ζηλώσαντας τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν. περὶ δὲ ΑΙΤΩΛΩΝ Πολύβιος μὲν ἐν τρισκαιδεκάτῃ Ἱστοριῶν φησιν ὡς διὰ τὴν τῶν πολέμων συνέχειαν καὶ τὴν τῶν βίων πολυτέλειαν κατάχρεοι ἐγένοντο. Ἀγαθαρχίδης δʼ ἐν δωδεκάτῃ Ἱστοριῶν Αἰτωλοί, φησί, τοσούτῳ τῶν λοιπῶν ἑτοιμότερον ἔχουσι πρὸς θάνατον ὅσῳπερ καὶ ζῆν πολυτελῶς καὶ ἐκτενέστερον ζητοῦσι τῶν ἄλλων.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License