DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
31

ΚΟΛΟΦΩΝΙΟΙ δʼ, ὥς φησι Φύλαρχος, τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ, ὡς καὶ Ξενοφάνης φησίν· ἁβροσύνας δὲ μαθόντες ἀνωφελέας παρὰ Λυδῶν, ὄφρα τυραννίης ἦσαν ἄνευ στυγερῆς, ᾔεσαν εἰς ἀγορὴν παναλουργέα φάρεʼ ἔχοντες, οὐ μείους ὥσπερ χίλιοι, εἰς ἐπίπαν αὐχαλέοι, χαίτῃσιν ἀγαλλομεν εὐπρεπέεσσιν ἀσκητοῖς ὀδμὴν χρίμασι δευόμενοι. οὕτω δʼ ἐξελύθησαν διὰ τὴν ἄκαιρον μέθην ὥστε τινὲς αὐτῶν οὔτε ἀνατέλλοντα τὸν ἥλιον οὔτε δυόμενον ἑωράκασιν. νόμον τε ἔθεντο, ὃς ἔτι καὶ ἐφʼ ἡμῶν ἦν, τὰς αὐλητρίδας καὶ τὰς ψαλτρίας καὶ πάντα τὰ τοιαῦτα τῶν ἀκροαμάτων τὰ μισθώματα λαμβάνειν ἀπὸ πρωὶ μέχρι μεσούσης ἡμέρας καὶ μέχρι λύχνων ἁφῶν· ἀπὸ δὲ τούτου τὴν λοιπὴν νύκτα ἦσαν πρὸς τῷ μεθύειν. Θεόπομπος δʼ ἐν πεντεκαιδεκάτῃ Ἱστοριῶν χιλίους φησὶν ἄνδρας αὐτῶν ἁλουργεῖς φοροῦντας στολὰς ἀστυπολεῖν· δὴ καὶ βασιλεῦσιν σπάνιον τότʼ ἦν καὶ περισπούδαστον. ἰσοστάσιος γὰρ ἦν πορφύρα πρὸς ἄργυρον ἐξεταζομένη. τοιγαροῦν διὰ τὴν τοιαύτην ἀγωγὴν ἐν τυραννίδι καὶ στάσεσι γενόμενοι αὐτῇ πατρίδι διεφθάρησαν. ταὐτὰ εἴρηκεν περὶ αὐτῶν καὶ Διογένης Βαβυλώνιος ἐν τῷ πρώτῳ τῶν Νόμων. κοινῶς δὲ περὶ πάντων τῶν Ἰώνων τρυφῆς Ἀντιφάνης ἐν Δωδώνῃ τάδε λέγει· πόθεν οἰκήτωρ, τις Ἰώνων τρυφεραμπεχόνων ἁβρὸς ἡδυπαθὴς ὄχλος ὥρμηται; Θεόφραστος δʼ ἐν τῷ περὶ Ἡδονῆς καὶ δὴ καὶ τοὺς Ἴωνάς φησι διὰ τὴν ὑπερβολὴν τῆς τρυφῆς ..... ἔτι καὶ νῦν χρυσῆ παροιμία διαμεμένηκε.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License