DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
30

περὶ δὲ τῆς ΣΑΜΙΩΝ τρυφῆς Δοῦρις ἱστορῶν παρατίθεται Ἀσίου ποιήματα, ὅτι ἐφόρουν χλιδῶνας περὶ τοῖς βραχίοσιν καὶ τὴν ἑορτὴν ἄγοντες τῶν Ἡραίων ἐβάδιζον κατεκτενισμένοι τὰς κόμας ἐπὶ τὸ μετάφρενον καὶ τοὺς ὤμους. τὸ δὲ νόμιμον τοῦτο μαρτυρεῖσθαι καὶ ὑπὸ παροιμίας τῆσδε βαδίζειν εἰς Ἡραῖον ἐμπεπλεγμένον. ἐστὶ δὲ τὰ τοῦ Ἀσίου ἔπη οὕτως ἔχοντα· οἳ δʼ αὔτως φοίτεσκον ὅπως πλοκάμους κτενίσαιντο εἰς Ἥρας τέμενος, πεπυκασμένοι εἵμασι καλοῖς, χιονέοισι χιτῶσι πέδον χθονὸς εὐρέος εἶχον· χρύσειαι δὲ κορύμβαι ἐπʼ αὐτῶν τέττιγες ὥς· χαῖται δʼ ᾐωρεῦντʼ ἀνέμῳ χρυσέοις ἐνὶ δεσμοῖς, δαιδάλεοι δὲ χλιδῶνες ἄρʼ ἀμφὶ βραχίοσιν ἦσαν, ..........τες ὑπασπίδιον πολεμιστήν. Ἡρακλείδης δʼ Ποντικὸς ἐν τῷ περὶ Ἡδονῆς Σαμίους φησὶ καθʼ ὑπερβολὴν τρυφήσαντας διὰ τὴν πρὸς ἀλλήλους μικρολογίαν ὥσπερ Συβαρίτας τὴν πόλιν ἀπολέσαι.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Duris
Phylarchus
Xenophanes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License