DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
3

καίτοι τινές φασι κατὰ φύσιν εἶναι τὴν ἡδονὴν ἐκ τοῦ πάντα ζῷα δεδουλῶσθαι ταύτῃ, ὥσπερ οὐχὶ καὶ δειλίας καὶ φόβου καὶ τῶν ἄλλων παθημάτων κοινῶς μὲν ἐν ἅπασιν ὄντων, παρὰ δὲ τοῖς λογισμῷ χρωμένοις ἀποδοκιμαζομένων. τὸ οὖν ἡδονὰς διώκειν προπετῶς λύπας ἐστὶ θηρεύειν. διόπερ Ὅμηρος ἐπονείδιστον βουλόμενος ποιῆσαι τὴν ἡδονὴν καὶ τῶν θεῶν φησι τοὺς μεγίστους οὐδὲν ὑπὸ τῆς σφετέρας ὠφελεῖσθαι δυνάμεως, ἀλλὰ τὰ μέγιστα βλάπτεσθαι παρενεχθέντας ὑπʼ αὐτῆς. ὅσα μὲν γὰρ ἀγρυπνῶν Ζεὺς ἐφρόντιζεν ὑπὲρ τῶν Τρώων, ταῦτʼ ἀπώλεσεν μεθʼ ἡμέραν ὑφʼ ἡδονῆς κρατηθείς. καὶ Ἄρης ἀλκιμώτατος ὢν ὑπὸ τοῦ ἀσθενεστάτου Ἡφαίστου συνεποδίσθη καὶ ὦφλεν αἰσχύνην καὶ ζημίαν ἐκδοὺς ἑαυτὸν ἔρωσιν ἀλογίστοις. φησὶ γοῦν πρὸς τοὺς θεούς, ὅτʼ ἦλθον αὐτὸν θεασόμενοι δεδεμένον· οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν, ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσι, χωλὸς ἐών, τέχνῃσι· τὸ καὶ ζωάγριʼ ὀφέλλει. οὐδεὶς δὲ λέγει τὸν Ἀριστείδου βίον ἡδύν, ἀλλὰ τὸν Σμινδυρίδου τοῦ Συβαρίτου καὶ τὸν Σαρδαναπάλλου. καίτοι κατά γε τὴν δόξαν, φησὶν ἐν τῷ περὶ Ἡδονῆς Θεόφραστος, οὐχ ὁμοίως λαμπρός ἐστιν· ἀλλʼ οὐκ ἐτρύφησεν ὥσπερ ἐκεῖνοι. οὐδὲ τὸν Ἀγησιλάου τοῦ Λακεδαιμονίων βασιλέως, ἀλλὰ μᾶλλον, εἰ ἔτυχεν, τὸν Ἀνάνιος οὕτως ἀοράτου κατὰ δόξαν ὄντος, οὐδὲ τὸν τῶν ἡμιθέων τῶν ἐπὶ Τροίας, ἀλλὰ πολλῷ μᾶλλον τὸν νῦν. καὶ τοῦτʼ εἰκότως. μὲν γὰρ ἀκατάσκευος καὶ καθάπερ ἀνεύρετος ἦν, οὔτʼ ἐπιμιξίας οὔσης οὔτε τῶν τεχνῶν διηκριβωμένων, δὲ πᾶσιν ἐξηρτυμένος πρὸς ῥᾳστώνην καὶ πρὸς ἀπόλαυσιν καὶ πρὸς τὰς ἄλλας διαγωγάς.
Kaibel Index Scriptorum
HOMERVS
THEOPHRASTVS

PLATO
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Theophrastus

Plato

Alignment

 

Digital Athenaeus Project     Creative Commons License