DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
28

τοὺς δὲ σύμπαντας ΙΩΝΑΣ ἐπισκώπτων Καλίας Διοκλῆς ἐν Κύκλωψί φησιν· τί γὰρ τρυφερὰ καὶ καλλιτράπεζος Ἰωνία εἴφʼ τι πράσσει. καὶ ΑΒΥΔΗΝΟΙ Μιλησίων δʼ εἰσὶν ἄποικοι ἀνειμένοι τὴν δίαιτάν εἰσιν καὶ κατεαγότες, ὡς παρίστησιν Ἕρμιππος ἐν Στρατιώταις· χαῖρʼ διαπόντιον στράτευμα, τί πράττομεν; τὰ μὲν πρὸς ὄψιν μαλακῶς ἔχειν ἀπὸ σώματος, κόμῃ τε νεανικῇ σφρίγει τε βραχιόνων. Β. ᾔσθου τὸν Ἄβυδον ὡς ἀνὴρ γεγένηται; καὶ Ἀριστοφάνης Τριφάλητι παρακωμῳδῶν πολλοὺς τῶν Ἰώνων· ἔπειθʼ ὅσοι παρῆσαν ἐπίδημοι ξένοι ἐπηκολούθουν κἠντιβόλουν προσκείμενοι· ὅκως ἔχων τὸν παῖδα πωλήσει ʼς Χίον, ἕτερος δʼ ὅκως ἐς Κλαζομενάς, ἕτερος δʼ ὅκως ἐς Ἔφεσον, δʼ ἐς Ἄβυδον. ἦν δʼ ἐκεῖνα πάνθʼ ὁδῷ. περὶ δὲ τῶν Ἀβυδηνῶν Ἀντιφῶν ἐν τῷ κατὰ Ἀλκιβιάδου λοιδορίας γράφει οὕτως· ἐπειδὴ ἐδοκιμάσθης ὑπὸ τῶν ἐπιτρόπων, παραλαβὼν παρʼ αὐτῶν τὰ σαυτοῦ χρήματα ᾤχου ἀποπλέων εἰς Ἄβυδον, οὔτε χρέος ἴδιον σαυτοῦ πραξόμενος οὐδὲν οὔτε προξενίας οὐδεμιᾶς ἕνεκεν, ἀλλὰ τῇ σαυτοῦ παρανομίᾳ καὶ ἀκολασίᾳ τῆς γνώμης ὁμοίους ἔργων τρόπους μαθησόμενος παρὰ τῶν ἐν Ἀβύδῳ γυναικῶν, ὅπως ἐν τῷ ἐπιλοίπῳ βίῳ σαυτοῦ ἔχοις χρῆσθαι αὐτοῖς.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License