DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
2

γὰρ ἀπόλαυσις δήπου μετʼ ἐπιθυμίας πρῶτον, ἔπειτα μεθʼ ἡδονῆς. καίτοι Σοφοκλῆς γʼ ποιητής, τῶν ἀπολαυστικῶν γε εἷς ὤν, ἵνα μὴ κατηγορῇ τοῦ γήρως, εἰς σωφροσύνην ἔθετο τὴν ἀσθένειαν αὐτοῦ τὴν περὶ τὰς τῶν ἀφροδισίων ἀπολαύσεις, φήσας ἀσμένως ἀπηλλάχθαι αὐτῶν ὥσπερ τινὸς δεσπότου ἐγὼ δέ φημι καὶ τὴν τοῦ Πάριδος κρίσιν ὑπὸ τῶν παλαιοτέρων πεποιῆσθαι ἡδονῆς πρὸς ἀρετὴν οὖσαν σύγκρισιν· προκριθείσης γοῦν τῆς Ἀφροδίτης, αὕτη δʼ ἐστὶν ἡδονή, πάντα συνεταράχθη. καί μοι δοκεῖ καὶ καλὸς ἡμῶν Ξενοφῶν τὸν περὶ τὸν Ἡρακλέα καὶ τὴν Ἀρετὴν μῦθον ἐντεῦθεν πεπλακέναι κατὰ γὰρ τὸν Ἐμπεδοκλέα· οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν, ἀλλὰ Κύπρις βασίλεια. τὴν οἵ γʼ εὐσεβέεσσιν ἀγάλμασιν ἱλάσκοντο γραπτοῖς τε ζῴοισι μύροισί τε δαιδαλεόδμοις σμύρνης τʼ ἀκρήτου θυσίαις λιβάνου τε θυώδους, ξανθῶν τε σπονδὰς μελίτων ῥίπτοντες ἐς οὖδας. καὶ Μένανδρος δʼ ἐν Κιθαριστῇ περί τινος μουσικευομένου λέγων φησί· φιλόμουσον εἶνʼ αὐτὸν πάνυ ἀκούσματʼ εἰς τρυφήν τε παιδεύεσθʼ αἰεί.
Kaibel Index Scriptorum
EMPEDOCLES
MENANDER
XENOPHO

Kaibel Dialogi Personae
TIMOCRATI
Meineke Index Scriptorum
Empedocles
Menander
Xenophon

Alignment

 

Digital Athenaeus Project     Creative Commons License