DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
16

ἔθος δὲ παρʼ αὐτοῖς καὶ τοὺς παῖδας μέχρι τῆς τῶν ἐφήβων ἡλικίας ἁλουργίδας τε φορεῖν καὶ πλοκαμῖδας ἀναδεδεμένους χρυσοφορεῖν. ἐπιχωριάζειν δὲ παρʼ αὐτοῖς διὰ τὴν τρυφὴν ἀνθρωπάρια μικρὰ καὶ τοὺς σκοπαίους, ὥς φησιν Τίμαιος, τοὺς καλουμένους παρά τισι στίλπωνας καὶ κυνάρια Μελιταῖα, ἅπερ αὐτοῖς καὶ ἕπεσθαι εἰς τὰ γυμνάσια. πρὸς οὓς καὶ τοὺς ὁμοίους τούτοις Μασσανάσσης τῶν Μαυρουσίων βασιλεὺς ἀπεκρίνατο, ὥς φησι Πτολεμαῖος ἐν ὀγδόῳ Ὑπομνημάτων, ζητοῦσιν συνωνεῖσθαι πιθήκους· παρʼ ὑμῖν, οὗτοι, αἱ γυναῖκες οὐ τίκτουσιν παιδία; παιδίοις γὰρ ἔχαιρεν Μασσανάσσης καὶ εἶχεν παρʼ αὑτῷ τρεφόμενα τῶν υἱῶν (πολλοὶ δὲ ἦσαν) τὰ τέκνα καὶ τῶν θυγατέρων ὁμοίως. καὶ πάντα ταῦτα αὐτὸς ἔτρεφεν μέχρι τριῶν ἐτῶν· μεθʼ ἀπέπεμπε πρὸς τοὺς γεγεννηκότας, παραγινομένων ἄλλων. τὰ δʼ αὐτὰ ἔφη καὶ Εὔβουλος κωμικὸς ἐν Χάρισιν οὕτως· καὶ γὰρ πόσῳ κάλλιον, ἱκετεύω, τρέφειν ἄνθρωπον ἔστʼ ἄνθρωπον, ἂν ἔχῃ βίον, χῆνα πλατυγίζοντα καὶ κεχηνότα στρουθὸν πίθηκον, ἐπίβουλον κακόν. καὶ Ἀθηνόδωρος δὲ ἐν τῷ περὶ Σπουδῆς καὶ Παιδιᾶς Ἀρχύταν φησὶ τὸν Ταραντῖνον πολιτικὸν ἅμα καὶ φιλόσοφον γενόμενον πλείστους οἰκέτας ἔχοντα αἰεὶ τούτοις παρὰ τὴν δίαιταν ἀφιεμένοις εἰς τὸ συμπόσιον ἥδεσθαι. ἀλλʼ οἱ Συβαρῖται ἔχαιρον τοῖς Μελιταίοις κυνιδίοις καὶ ἀνθρώποις οὐκ ἀνθρώποις.
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Eubulus
Ptolemaeus
Timaeus

Athenodorus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License