DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
12

πρῶτοι δὲ Λυδοὶ καὶ τὴν καρύκην ἐξεῦρον, περὶ ἧς τῆς σκευασίας οἱ τὰ Ὀψαρτυτικὰ συνθέντες εἰρήκασιν, Γλαῦκός τε Λοκρὸς καὶ Μίθαικος καὶ Διονύσιος Ἡρακλεῖδαί τε δύο γένος Συρακόσιοι καὶ Ἆγις καὶ Ἐπαίνετος καὶ Διονύσιος ἔτι τε Ἡγήσιππος καὶ Ἐρασίστρατος καὶ Εὐθύδημος καὶ Κρίτων, πρὸς τούτοις δὲ Στέφανος, Ἀρχύτας, Ἀκέστιος Ἀκεσίας, Διοκλῆς, Φιλιστίων. τοσούτους γὰρ οἶδα γράψαντας Ὀψαρτυτικά. καὶ κάνδαυλον δέ τινα ἔλεγον οἱ Λυδοί, οὐχ ἕνα ἀλλὰ τρεῖς· οὕτως ἐξήσκηντο πρὸς τὰς ἡδυπαθείας. γίνεσθαι δʼ αὐτόν φησιν Ταραντῖνος Ἡγήσιππος ἐξ ἑφθοῦ κρέως καὶ κνηστοῦ ἄρτου καὶ Φρυγίου τυροῦ ἀνήθου τε καὶ ζωμοῦ πίονος. μνημονεύει δʼ αὐτοῦ Ἄλεξις ἐν Παννυχίδι Ἐρίθοις· μάγειρος δʼ ἐστὶν προσδιαλεγόμενος· ὅτι δέ σοι παρὰ τοῦτο κάνδαυλόν τινα παραθήσομεν. Β. κάνδαυλον; οὐκ ἐδήδοκα κάνδαυλον οὐδʼ ἀκήκοʼ οὐδεπώποτε. Α. θαυμαστὸν ἐμὸν εὕρημα· πάνυ πολὺν δʼ ἐγὼ ἐὰν παραθῶ σοι, προσκατέδει τοὺς δακτύλους αὐτῷ γε χαίρων. ἔρια μὲν ποιήσομεν Β. ἄνθρωπε, ποίει λευκὰ καὶ βλέπεις ... Α. ἐπὰν ἀπὸ τῶν κοινῶν ταρίχους ἰχθύων, κρεῶν, βατανίων εὐθέως .... δίπυρον παραθήσεις, ᾠὸν ἐπιτετμημένον, πῦον, μέλιτος ὀξύβαφον, ἀποταγηνιῶ τυροῦ τροφάλια χλωρὰ Κυθνίου παρατεμὼν βοτρύδιόν τι, χόριον, ἐν ποτηρίῳ γλυκύν· τὸ τοιοῦτον γὰρ ἀεί πως μέρος ἐπιπαίζεται, κεφαλὴ δὲ δείπνου γίνεται. Β. ἄνθρωπʼ ἐπίπαιζε· μόνον ἀλλʼ ἀπαλλάγηθί μου .... κανδαύλους λέγων καὶ χόρια καὶ βατάνια πᾶσαν .... τὴν ἡδονήν. μνημονεύει τοῦ κανδαύλου καὶ Φιλήμων ἐν Παρεισιόντι οὕτως· τοὺς ἐν τῇ πόλει μάρτυρας ἔχω γὰρ ὅτι μόνος φύσκην ποιῶ, κάνδαυλον, ᾠά, θρῖον ἐνστενω. τί ... τούτων διάπτωμʼ ἐγένετʼ ἁμάρτημα τί; καὶ Νικόστρατος ἐν Μαγείρῳ· ὃς μέλανα ποιεῖν ζωμὸν οὐκ ἠπίστατο, θρῖον δὲ καὶ κάνδαυλον. καὶ Μένανδρος Τροφωνίῳ· Ἰωνικὸς πλούταξ· ὑποστάσεις ποιῶν, κάνδαυλον, ὑποβινητιῶντα βρώματα. καὶ εἰς τοὺς πολέμους δὲ ἐξιόντες οἱ Λυδοὶ παρατάττονται μετὰ συρίγγων καὶ αὐλῶν, ὥς φησιν Ἡρόδοτος καὶ Λακεδαιμόνιοι δὲ μετʼ αὐλῶν ἐξορμῶσιν ἐπὶ τοὺς πολέμους, καθάπερ Κρῆτες μετὰ λύρας.
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License