DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
10

Ξενοφῶν δὲ ἐν ὀγδόῳ Παιδείας ἐχρῶντο, φησίν, ἔτι τότε τῇ ἐκ Περσῶν παιδείᾳ καὶ τῇ Μήδων στολῇ καὶ ἁβρότητι. νῦν δὲ τὴν μὲν ἐκ Περσῶν καρτερίαν περιορῶσιν ἀποσβεννυμένην, τὴν δὲ τῶν Μήδων μαλακίαν διασῴζονται. σαφηνίσαι δὲ βούλομαι καὶ τὴν θρύψιν αὐτῶν. ἐκείνοις γὰρ πρῶτον μὲν οὐκέτι τὰς εὐνὰς μόνον ἀρκεῖ μαλακῶς ὑποστόρνυσθαι, ἀλλʼ ἤδη καὶ τῶν κλινῶν τοὺς πόδας ἐπὶ ταπίδων τιθέασιν, ὅπως μὴ ἀντερείδῃ τὸ δάπεδον, ἀλλʼ ὑπείκωσιν αἱ τάπιδες. καὶ μὴν τὰ πεττόμενα ἐπὶ τράπεζαν ὅσα τε πρότερον εὕρητο οὐδὲν αὐτῶν ἀφῄρηται ἄλλα τε καινὰ αἰεὶ ἐπιμηχανῶνται, καὶ ὄψα γε ὡσαύτως· καὶ γὰρ καινοποιητὰς ἀμφοτέρων τούτων κέκτηνται. ἀλλὰ καὶ ἐν τῷ χειμῶνι οὐ μόνον κεφαλὴν καὶ σῶμα καὶ πόδας αὐτοῖς ἀρκεῖ ἐσκεπάσθαι, ἀλλὰ καὶ περὶ ἄκραις ταῖς χερσὶν χειρῖδας δασείας καὶ δακτυλήθρας ἔχουσιν. ἔν γε μὴν τῷ θέρει οὐκ ἀρκοῦσιν αὐτοῖς οὔθʼ αἱ τῶν δένδρων οὔθʼ αἱ τῶν πετρῶν σκιαί, ἀλλʼ ἐν ταύταις ἑτέρας σκιάδας ἄνθρωποι μηχανώμενοι αὐτοῖς παρεστᾶσι. κἀν τοῖς ἑξῆς δέ φησι περὶ αὐτῶν οὑτωσί· νῦν δὲ στρώματα πλείω ἔχουσιν ἐπὶ τῶν ἵππων ἐπὶ τῶν εὐνῶν· οὐ γὰρ τῆς ἱππείας οὕτως ὡς τοῦ μαλακῶς καθῆσθαι ἐπιμέλονται. καὶ τοὺς θυρωροὺς δὲ καὶ τοὺς σιτοποιοὺς καὶ τοὺς ὀψοποιοὺς καὶ οἰνοχόους καὶ παρατιθέντας καὶ ἀναιροῦντας καὶ κατακοιμίζοντας καὶ ἀνιστάντας καὶ τοὺς κοσμητὰς οἳ ὑποχρίουσί τε καὶ ἐντρίβουσιν αὐτοὺς καὶ τἄλλα ῥυθμίζουσιν ....
Kaibel Index Scriptorum
XENOPHO

AGATHOCLES
DIONYSIVS
XANTHVS
Kaibel Dialogi Personae

Alignment

 

Digital Athenaeus Project     Creative Commons License