DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
1

Ἄνθρωπος εἶναί μοι Κυρηναῖος δοκεῖς, κατὰ τὸν Ἀλέξιδος Τυνδάρεων, ἑταῖρε Τιμόκρατες· κἀκεῖ γὰρ ἄν τις ἐπὶ τὸ δεῖπνον ἕνα καλῇ, πάρεισιν ὀκτωκαίδεκʼ ἄλλοι καὶ δέκα ἅρματα συνωρίδες τε πεντεκαίδεκα· τούτοις δὲ δεῖ σε τἀπιτήδειʼ ἐμβαλεῖν, ὥστʼ ἦν κράτιστον μηδὲ καλέσαι μηδένα. κἀμοὶ δʼ ἦν κράτιστον σιωπᾶν καὶ μὴ ἐπὶ τοσούτοις προειρημένοις ἕτερα προστιθέναι· ἀλλʼ ἐπεὶ πάνυ λιπαρῶς ἡμᾶς ἀπαιτεῖς καὶ τὸν περὶ τῶν ἐπὶ τρυφῇ διαβοήτων γενομένων λόγον καὶ τῆς τούτων ἡδυπαθείας ...
Kaibel Index Scriptorum
ALEXIS

Kaibel Dialogi Personae
TIMOCRATI

Meineke Index Scriptorum
Alexis

Alignment

 

Digital Athenaeus Project     Creative Commons License