DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
99

ΣΚΥΦΟΣ. τούτου τινὲς τὴν γενικὴν σὺν τῷ σ προφέρονται διὰ παντός, οὐκ εὖ· ὅτε γὰρ ἀρσενικόν ἐστιν σκύφος, ὡς λύχνος, ἄνευ τοῦ σ προοισόμεθα, ὅτε δὲ οὐδέτερον τὸ σκύφος, σὺν τῷ σ κλινοῦμεν σκύφος σκύφους, ὡς τεῖχος τείχους. οἱ δʼ Ἀττικοὶ τὴν εὐθεῖαν καὶ ἀρσενικῶς καὶ οὐδετέρως λέγουσιν. Ἡσίοδος δʼ ἐν τῷ δευτέρῳ Μελαμποδίας σὺν τῷ π σκύπφον λέγει· τῷ δὲ Μάρης θοὸς ἄγγελος ἦλθε διʼ οἴκου, πλήσας δʼ ἀργύρεον σκύπφον φέρε, δῶκε δʼ ἄνακτι. καὶ πάλιν· καὶ τότε Μάντης μὲν δεσμὸν βοὸς αἴνυτο χερσίν, Ἴφικλος δʼ ἐπὶ νῶτʼ ἐπεμαίετο. τῷ δʼ ἐπόπισθεν σκύπφον ἔχων ἑτέρῃ, ἑτέρῃ δὲ σκῆπτρον ἀείρας ἔστειχεν Φύλακος καὶ ἐνὶ δμώεσσιν ἔειπεν. ὁμοίως δὲ καὶ Ἀναξίμανδρος ἐν τῇ Ἡρωολογίᾳ λέγων ὧδε· Ἀμφιτρύων δὲ τὴν λείην δασάμενος τοῖς συμμάχοις καὶ τὸν σκύπφον ἔχων ὃν εἵλετο αὑτῷ. καὶ πάλιν· τὸν δὲ σκύπφον Τηλεβόῃ δίδωσι Ποσειδῶν παιδὶ τῷ ἑαυτοῦ, Τηλεβόης δὲ Πτερέλεῳ· τοῦτον ἑλὼν ἀπέπλεεν. ὁμοίως εἴρηκε καὶ Ἀνακρέων· ἐγὼ δʼ ἔχων σκύπφον Ἐρξίωνι τῷ λευκολόφῳ μεστὸν ἐξέπινον, ἀντὶ τοῦ προέπινον. κυρίως γάρ ἐστι τοῦτο προπίνειν, τὸ ἑτέρῳ πρὸ ἑαυτοῦ δοῦναι πιεῖν. καὶ Ὀδυσσεὺς δὲ παρὰ τῷ Ὁμήρῳ τῇ Ἀρήτῃ δʼ ἐν χερσὶ τίθει δέπας ἀμφικύπελλον. καὶ ἐν Ἰλιάδι· πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα. πληροῦντες γὰρ προέπινον ἀλλήλοις μετὰ προσαγορεύσεως. Πανύασσις τρίτῳ Ἡρακλείας φησίν· τοῦ κεράσας κρητῆρα μέγαν χρυσοῖο φαεινὸν σκύπφους αἰνύμενος θαμέας ποτὸν ἡδὺν ἔπινεν. Εὐριπίδης δʼ ἐν Εὐρυσθεῖ ἀρσενικῶς ἔφη· σκύφος τε μακρός. καὶ Ἀχαιὸς δʼ ἐν Ὀμφάλῃ· δὲ σκύφος με τοῦ θεοῦ καλεῖ. Σιμωνίδης δὲ οὐατόεντα σκύφον ἔφη. Ἴων δʼ ἐν Ὀμφάλῃ· οἶνος οὐκ ἔνι ἐν τῷ σκύφει, τὸ σκύφει ἰδίως ἀπὸ τοῦ σκύφος σχηματίσας οὐδετέρως ἔφη. ὁμοίως καὶ Ἐπίχαρμος ἐν Κύκλωπι· φέρʼ ἐγχέας εἰς τὸ σκύφος. καὶ Ἄλεξις ἐν Λευκαδίᾳ· οἴνου γεραιοῖς χείλεσιν μέγα σκύφος. καὶ Ἐπιγένης ἐν Βακχίδι· τὸ σκύφος ἔχαιρον δεχόμενος. Φαίδιμός τε ἐν πρώτῳ Ἡρακλείας· δουράτεον σκύφος εὐρὺ μελιζώροιο ποτοῖο. καὶ παρʼ Ὁμήρῳ δʼ Ἀριστοφάνης Βυζάντιος γράφει· πλησάμενος δʼ ἄρα οἱ δῶκε σκύφος, ᾧπερ ἔπινεν. Ἀρίσταρχος δέ· πλησάμενος δʼ ἄρα οἱ δῶκε σκύφον, ᾧπερ ἔπινεν. Ἀσκληπιάδης δʼ Μυρλεανὸς ἐν τῷ περὶ τῆς Νεστορίδος φησὶν ὅτι τῷ σκύφει καὶ τῷ κισσυβίῳ τῶν μὲν ἐν ἄστει καὶ μετρίων οὐδεὶς ἐχρῆτο, συβῶται δὲ καὶ νομεῖς καὶ οἱ ἐν ἀγρῷ, ὡς Εὔμαιος πλησάμενος δῶκε σκύφος, ᾧπερ ἔπινεν, οἴνου ἐνίπλειον. καὶ Ἀλκμὰν δέ φησι· πολλάκι δʼ ἐν κορυφαῖς ὀρέων, ὅκα θεοῖσιν ἅδῃ πολύφανος ἑορτά, χρύσεον ἄγγος ἔχοισα μέγαν σκύφον, οἷά τε ποιμένες ἄνδρες ἔχουσιν, χερσὶ λεόντεον ἐν γάλα θεῖσα τυρὸν ἐτύρησας μέγαν ἄτρυφον ἀργειοφόνται. Αἰσχύλος δʼ ἐν Περραιβίσι φησί· ποῦ μοι τὰ πολλὰ δῶρα κἀκροθίνια; ποῦ χρυσότευκτα κἀργυρᾶ σκυφώματα; Στησίχορος δὲ τὸ παρὰ Φόλῳ τῷ Κενταύρῳ ποτήριον σκύφιον δέπας καλεῖ ἐν ἴσῳ τῷ σκυφοειδές· λέγει δʼ ἐπὶ τοῦ Ἡρακλέους· σκύφιον δὲ λαβὼν δέπας ἔμμετρον ὡς τριλάγυνον πίʼ ἐπισχόμενος, τό ῥά οἱ παρέθηκε Φόλος κεράσας. καὶ Ἄρχιππος δὲ ἐν Ἀμφιτρύωνι οὐδετέρως εἴρηκε
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License