DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
97

ΡΥΤΟΝ ἔχει τὸ υ βραχὺ καὶ ὀξύνεται. Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ῥυτὰ καὶ κυμβία, φησί, καὶ φιάλας. Δίφιλος δʼ ἐν Εὐνούχῳ Στρατιώτῃ ἐστὶ δὲ τὸ δρᾶμα διασκευὴ τοῦ Αἱρησιτείχους —· ἔσθʼ ὑποχέασθαι πλείονας· πιεῖν δʼ ἔτι ἁδρότερον τῶν Ῥοδιακῶν τῶν ῥυτῶν. Ἐπίνικος δʼ ἐν Ὑποβαλλομέναις· καὶ τῶν ῥυτῶν τὰ μέγιστα τῶν ὄντων τρία πίνειν δεήσει τήμερον πρὸς κλεψύδραν κρουνιζόμενον. ἀμφότερα δʼ οἰωνίζομαι. ἕν ἐστιν ἐλέφας Β. .. ἐλέφαντας περιάγει ῥυτόν; Α. χωροῦν δύο χόας. Β. ὃν οὐδʼ ἂν ἐλέφας ἐκπίοι. Α. ἐγὼ δὲ τοῦτό γʼ ἐκπέπωκα πολλάκις. Β. οὐδὲν ἐλέφαντος γὰρ διαφέρεις οὐδὲ σύ. Α. ἕτερον τριήρης· τοῦτʼ ἴσως χωρεῖ χόα. περὶ δὲ τοῦ τρίτου λέγων φησίν· Βελλεροφόντης ἐστὶν ἀπὸ τοῦ Πηγάσου τὴν πύρπνοον Χίμαιραν εἰσηκοντικώς. εἶεν, δέχου καὶ τοῦτο. ἐκαλεῖτο δὲ τὸ ῥυτὸν πρότερον κέρας. δοκεῖ δὲ σκευοποιηθῆναι ὑπὸ πρώτου τοῦ Φιλαδέλφου Πτολεμαίου βασιλέως φορήματα γενέσθαι τῶν Ἀρσινόης εἰκόνων. τῇ γὰρ εὐωνύμῳ χειρὶ τοιοῦτον φέρει δημιούργημα πάντων τῶν ὡραίων πλῆρες, ἐμφαινόντων τῶν δημιουργῶν ὡς καὶ τοῦ τῆς Ἀμαλθείας ἐστὶν ὀλβιώτερον τὸ κέρας τοῦτο. μνημονεύει αὐτοῦ Θεοκλῆς ἐν Ἰθυφάλλοις οὕτως· ἐθύσαμεν γὰρ σήμερον Σωτήρια πάντες οἱ τεχνῖται· μεθʼ ὧν πιὼν τὸ δίκερας ὡς τὸν φίλτατον βασιλέα πάρειμι. Διονύσιος δʼ Σινωπεὺς ἐν Σῳζούσῃ καταλέγων τινὰ ποτήρια καὶ τοῦ ῥυτοῦ ἐμνήσθη, ὡς προεῖπον· Ἡδύλος δʼ ἐν Ἐπιγράμμασι περὶ τοῦ κατασκευασθέντος ὑπὸ Κτησιβίου τοῦ μηχανοποιοῦ ῥυτοῦ μνημονεύων φησί· ζωροπόται, καὶ τοῦτο φιλοζεφύρου κατὰ νηὸν τὸ ῥυτὸν εὐδίης δεῦτʼ ἴδετʼ Ἀρσινόης, ὀρχηστὴν Βησᾶν Αἰγύπτιον· ὃς λιγὺν ἦχον σαλπίζει κρουνοῦ πρὸς ῥύσιν οἰγομένου, οὐ πολέμου σύνθημα, διὰ χρυσέου δὲ γέγωνεν κώδωνος κώμου σύνθεμα καὶ θαλίης, Νεῖλος ὁκοῖον ἄναξ μύσταις φίλον ἱεραγωγοῖς εὗρε μέλος θείων πάτριον ἐξ ὑδάτων. ἀλλʼ εἰ Κτησιβίου σοφὸν εὕρεμα τίετε τοῦτο, δεῦτε, νέοι, νηῷ τῷδε παρʼ Ἀρσινόης. Θεόφραστος δʼ ἐν τῷ περὶ Μέθης τὸ ῥυτόν φησιν ὀνομαζόμενον ποτήριον τοῖς ἥρωσι μόνοις ἀποδίδοσθαι. Δωρόθεος δʼ Σιδώνιός φησιν τὰ ῥυτὰ κέρασιν ὅμοια εἶναι, διατετρημένα δʼ εἶναι, ἐξ ὧν κρουνιζόντων λεπτῶς κάτωθεν πίνουσιν, ὠνομάσθαι τε ἀπὸ τῆς ῥύσεως.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License