DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
95

ΡΕΟΝΤΑ. οὕτως ποτήριά τινα ἐκαλεῖτο. μνημονεύει δʼ αὐτῶν Ἀστυδάμας ἐν Ἑρμῇ λέγων οὕτως· κρατῆρε μὲν πρώτιστον ἀργυρὼ δύο, φιάλας δὲ πεντήκοντα, δέκα δὲ κυμβία, ῥέοντα δώδεχʼ, ὧν τὰ μὲν δέκʼ ἀργυρᾶ ἦν, δύο δὲ χρυσᾶ, γρύψ, τὸ δʼ ἕτερον Πήγασος. ΡΥΣΙΣ φιάλη χρυσῆ, Θεόδωρος. Κρατῖνος ἐν Νόμοις· ῥυσίδι σπένδων.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License