DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
94

ΠΡΟΧΥΤΗΣ εἶδος ἐκπώματος, ὡς Σιμάριστος ἐν τετάρτῳ Συνωνύμων. Ἴων δʼ Χῖος ἐν Ἐλεγείοις· ἡμῖν δὲ κρητῆρʼ οἰνοχόοι θέραπες κιρνάντων προχύταισιν ἐν ἀργυρέοις. Φιλητᾶς δʼ ἐν Ἀτάκτοις ἀγγεῖον ξύλινον, ἀφʼ οὗ τοὺς ἀγροίκους πίνειν. μνημονεύει αὐτοῦ καὶ Ἀλέξανδρος ἐν τιγονι Ξενοφῶν δʼ ἐν ὀγδόῳ Παιδείας προχοίδας τινὰς λέγει κύλικας γράφων ὧδε (ὁ δὲ λόγος ἐστὶν αὐτῷ περὶ Περσῶν)· ἦν δὲ αὐτοῖς νόμιμον μὴ προχοίδας εἰσφέρεσθαι εἰς τὰ συμπόσια, δῆλον ὅτι νομίζοντες τὸ μὴ ὑπερπίνειν ἧττον ἂν καὶ σώματα καὶ γνώμας σφάλλειν· νῦν δὲ τὸ μὲν μὴ εἰσφέρεσθαι ἔτι αὖ καταμένει· τοσοῦτον δὲ πίνουσιν ὥστε ἀντὶ τοῦ εἰσφέρειν αὐτοὶ ἐκφέρονται, ἐπειδὰν μηκέτι δύνωνται ὀρθούμενοι ἐξιέναι. ΠΡΟΥΣΙΑΣ. ὅτι τὸ ποτήριον τοῦτο ἔξορθόν ἐστι προείρηται καὶ ὅτι τὴν προσηγορίαν ἔσχεν ἀπὸ Προυσίου τοῦ Βιθυνίας βασιλεύσαντος καὶ ἐπὶ τρυφῇ καὶ μαλακίᾳ διαβοήτου γενομένου ἱστορεῖ Νίκανδρος Καλχηδόνιος ἐν τετάρτῳ Προυσίου Συμπτωμάτων
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License