DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
93

ΠΛΗΜΟΧΟΗ σκεῦος κεραμεοῦν βεμβικῶδες ἑδραῖον ἡσυχῇ, κοτυλίσκον ἔνιοι προσαγορεύουσιν, ὥς φησι Πάμφιλος. χρῶνται δὲ αὐτῷ ἐν Ἐλευσῖνι τῇ τελευταίᾳ τῶν μυστηρίων ἡμέρᾳ, ἣν καὶ ἀπʼ αὐτοῦ προσαγορεύουσι Πλημοχόας· ἐν δύο πλημοχόας πληρώσαντες τὴν μὲν πρὸς ἀνατολάς, τὴν δὲ πρὸς δύσιν .... ἀνιστάμενοι ἀνατρέπουσίν τε ἐπιλέγοντες ῥῆσιν μυστικήν. μνημονεύει αὐτῶν καὶ τὸν Πειρίθουν γράψας, εἴτε Κριτίας ἐστὶν τύραννος Εὐριπίδης, λέγων οὕτως· ἵνα πλημοχόας τάσδʼ εἰς χθόνιον χάσμʼ εὐφήμως προχέωμεν. ΠΡΙΣΤΙΣ ὅτι ποτηρίου εἶδος προείρηται ἐν τῷ περὶ τοῦ βατιακίου λόγῳ
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License