DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
9

διόπερ συνιοῦσι καὶ ἡμῖν ἐπὶ τὰς Διονυσιακὰς ταύτας λαλιὰς οὐδεὶς ἂν εὐλόγως φθονήσαι νοῦν ἔχων, κατὰ τοὺς Ἀλέξιδος Ταραντίνους, οἳ τῶν πέλας οὐδένʼ ἀδικοῦμεν οὐδέν. ἆρʼ οὐκ οἶσθʼ ὅτι τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν μόνον ἐστὶν ὑποκόρισμα τῆς ἀνθρωπίνης μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις κακῶς φήσει με κρίνειν, οὐκ ἔχοιμʼ ἄν σοι φράσαι· ἔγνωκα γοῦν οὕτως ἐπισκοπούμενος εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως, ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς αἰεὶ τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυρίν τινα ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθʼ, δὴ ὁρῶμεν. ὃς δʼ ἂν πλεῖστα γελάσῃ καὶ πίῃ καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον τοῦτον ὃν ἀφεῖται, κἂν τύχῃ γʼ, ἐράνου τινός, πανηγυρίσας ἥδιστʼ ἀπῆλθεν οἴκαδε. καὶ κατὰ τὴν καλὴν οὖν Σαπφώ· ἐλθέ, Κύπρι, χρυσίαισιν ἐν κυλίκεσσιν ἁβρῶς συμμεμιγμένον θαλίαισι νέκταρ οἰνοχοοῦσα τούτοις τοῖς ἑταίροις ἐμοῖς τε καὶ σοῖς.
Kaibel Index Scriptorum
ALEXIS

CRITIAS
SAPPHO
THEOPHRASTVS
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Alexis

Critias
Ion
Sappho
Theophrastus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License