DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
84

τὸ δὲ ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, Νέστωρ δʼ γέρων ἀμογητὶ ἄειρεν οὐκ ἀκουστέον ἐπὶ μόνων Μαχάονος καὶ Νέστορος, ὡς οἴονταί τινες, τὸ ὃς ἀντὶ τοῦ λαμβάνοντες ἐπὶ τοῦ Μαχάονος· ἀλλʼ ὃς μὲν μογέων ἀποκινήσασκε τραπέζης, ἐκ τοῦ μογέων δηλοῦσθαι νομίζοντες, ἐπειδὴ τέτρωται. ὅτι δὲ καθʼ Ὅμηρον Μαχάων οὐ τέτρωται ἐν ἄλλοις δειχθήσεται. ἀγνοοῦσιν δʼ ὅτι τὸ ἄλλος Ὅμηρος οὐκ ἐπὶ μόνων Μαχάονος καὶ Νέστορος ἔθηκε, δύο γὰρ οὗτοι πίνουσιν, ἀλλʼ εἶπεν ἂν ἕτερος. τοῦτο γὰρ ἐπὶ δύο τάσσεσθαι πέφυκεν, ὡς καὶ ἐπὶ τούτων· οἴσετε δʼ ἄρνʼ ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν. ἔπειτα δὲ τὸ ὃς ἀντὶ προτακτικοῦ τοῦ Ὅμηρος οὐδέποτε τίθησι· τοὔμπαλιν δὲ ἀντὶ τοῦ ὃς ὑποτακτικοῦ παραλαμβάνει τὸ προτακτικὸν ὅ, οἷον· ἔνθα δὲ Σίσυφος ἔσκεν, κέρδιστος γένετʼ ἀνδρῶν. ἐλλείπει οὖν τό τις μόριον· τὸ γὰρ πλῆρές ἐστιν ἄλλος μέν τις μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, Νέστωρ δʼ γέρων ἀμογητὶ ἄειρεν, ὡς παντὸς ἀνθρώπου μόλις ἂν ἀποκινήσαντος ἀπὸ τῆς τραπέζης τὸ ποτήριον, τοῦ δὲ Νέστορος αὐτὸ ῥᾳδίως βαστάζοντος δίχα πόνου καὶ κακοπαθείας. τὸ γὰρ ποτήριον ὑφίσταται μέγα καὶ κατὰ τὸ κύτος καὶ βαρὺ τὴν ὁλκήν, ὅπερ φιλοπότης ὢν Νέστωρ ἐκ τῆς συνεχοῦς συνηθείας ῥᾳδίως βαστάζειν ἔσθενε.
Kaibel Index Scriptorum
ASCLEPIADES
HOMERVS

SOSIBIVS
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Homerus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License