DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
83

πρὸς δὲ τοὺς λέγοντας οὐκ οἰκείως τῷ ποτηρίῳ ἐντετυπῶσθαι τὰς Πλειάδας, ξηρῶν τροφῶν οὔσας σημαντικάς, λεκτέον ὅτι τὸ δέπας ἀμφοτέρων τῶν τροφῶν ἐστιν δεκτικόν. κυκεὼν γὰρ ἐν αὐτῷ γίνεται· τοῦτο δʼ ἐστὶ πόσις ἐν τῷ κράματι τυρὸν ἔχουσα καὶ ἄλφιτον· ἄμφω δὲ ταῦτα κυκώμενα καὶ οὕτω πινόμενα λέγει ποιητής· τοῖσι δὲ τεῦχε κυκεῶ ἐυπλόκαμος Ἑκαμήδη ... σφῶιν πρῶτον μὲν ἐπιπροίηλε τράπεζαν καλὴν κυανόπεζαν ἐύξοον, αὐτὰρ ἐπʼ αὐτῆς χάλκειον κάνεον· ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν, πὰρ δὲ δέπας περικαλλές, οἴκοθεν ἦγʼ γεραιός ... ἐν τῷ ῥά σφι κύκησε γυνὴ εἰκυῖα θεῇσιν οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνεν· πινέμεναι δʼ ἐκέλευεν, ἐπεί ῥʼ ὥπλισσε κυκεῶ.
Kaibel Index Scriptorum
ASCLEPIADES
HOMERVS

Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Homerus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License