DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
82

ἔπειθʼ ὅταν ἐπενέγκῃ τὸ δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν, ἀκουστέον οὐ πυθμένας δύο, ἀλλʼ οὐδὲ κατὰ διαίρεσιν ἀναγνωστέον, ὡς Θρᾲξ Διονύσιος, ἀλλὰ κατὰ σύνθετον ὑποπυθμένες, ὅπως ἐπὶ τῶν πελειάδων ἀκούωμεν, ὅτι τέσσαρες μὲν ἦσαν ἐπὶ τῶν ὤτων, δύο δὲ ὑποπυθμένες, τουτέστιν ὑπὸ τῷ πυθμένι οἷον ὑποπυθμένιοι· ὥστε διακρατεῖσθαι τὸ δέπας ὑπὸ δυεῖν Πελειάδων ὑποκειμένων τῷ πυθμένι, ἓξ δὲ τὰς πάσας γενέσθαι Πλειάδας, ἐπείπερ ὁρῶνται τοσαῦται, λέγονται δὲ ἑπτά, καθότι καὶ Ἄρατός φησιν· ἑπτάποροι δὴ ταί γε μετʼ ἀνθρώποις καλέονται, ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν. οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστήρ, ἐξ οὗ καὶ γενεῆθεν ἀκούομεν, ἀλλὰ μάλʼ αὕτως εἴρητʼ. ἑπτὰ δʼ ἐκεῖναι ἐπιρρήδην καλέονται ... ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν. τὸ ὁρώμενον οὖν ἐν τοῖς ἄστροις καὶ ἐν τῇ φαινομένῃ κατασκευῇ προσηκόντως ἐτόρευσεν. τοῦτο μέντοι καὶ ἐπὶ τοῦ Διὸς σημαίνειν πείθονται τὸν ποιητὴν ὅταν λέγῃ· τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι τρήρωνες ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν. ἀλλά τε καὶ τῶν αἰεὶ ἀφαιρεῖται λὶς πέτρη. ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι, ὑπὸ τῆς ὀξύτητος τῶν πλαγκτῶν πετρῶν καὶ τῆς λειότητος ἀφαιρεῖσθαι λέγων μίαν τῶν Πλειάδων, ἄλλην δὲ πρὸς τοῦ Διὸς ἐνίεσθαι χάριν τοῦ σῴζειν τὸν ἀριθμὸν αὐτῶν, ποιητικῶς αἰνιττόμενος ὅτι τῶν Πλειάδων ἓξ ὁρωμένων ὅμως ἀριθμὸς αὐτῶν οὐκ ἀπόλλυται, λέγονται δὲ καὶ τῷ ἀριθμῷ καὶ τοῖς ὀνόμασιν ἑπτά.
Kaibel Index Scriptorum
ARATVS
ASCLEPIADES
HOMERVS

DIONYSIVS
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Aratus
Homerus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License