DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
81

ἀποδεδειγμένου οὖν τοῦ ὅτι Πλειάδες ἦσαν ἐντετορευμέναι τῷ ποτηρίῳ, καθʼ ἕκαστον τῶν ὤτων δύο ὑποθετέον εἴτε βούλεταί τις ὀρνιθοφυεῖς κόρας εἴτʼ αὖ καὶ ἀνθρωποειδεῖς, ἄστροις δὲ πεποικιλμένας. τὸ μέντοι ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο οὐχ ὡς περὶ ἓν ἕκαστον ἀκουστέον· γενήσονται γὰρ οὕτως ηʹ τὸν ἀριθμόν· ἀλλʼ ἐπείπερ ἔσχισται μὲν ἑκάτερον τῶν ὤτων εἰς δύο σχίσεις, τούτων δʼ αὖ συνάφεια κατὰ τὴν τελευταίαν ὑπόληξιν, ἕκαστον μὲν ἂν λέγοιτο καθὸ τέτταρες αἱ πᾶσαι σχίσεις τῶν ὤτων, ἑκάτερον δὲ καθὸ συμφυῆ πάλιν ἐπὶ τέλει γίνεται τῆς ἀποστάσεως αὐτῶν. ὅταν οὖν εἴπῃ· δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν, καθʼ ἑκατέραν τὴν σχίσιν τῶν ὤτων ἀκουσόμεθα μίαν πελειάδα· ἃς δοιὰς εἶπεν καθὸ συμφυεῖς εἰσιν ἀλλήλαις καὶ συνεζευγμέναι. τὸ γὰρ δοιοὶ καὶ δοιαὶ σημαίνει καὶ τὸ κατʼ ἀριθμὸν εἶδος, τὸ δύο, οἷον· δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα. καὶ δοιὼ θεράποντε. σημαίνει δὲ καὶ τὸ συμφυὲς καὶ τὸ συνεζευγμένον κατʼ ἀριθμόν, ὡς ἐν τούτοις· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους ἐξ ὁμόθεν πεφυῶτας, μὲν φυλίης, δʼ ἐλαίης. γενήσονται οὖν ἐπὶ τῶν ὤτων τέσσαρες πελειάδες.
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Homerus

Hesiodus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License