DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
8

καὶ χαρίεις δʼ Ἀνακρέων φησίν· οὐ φιλέω ὃς κρητῆρι παρὰ πλέῳ οἰνοποτάζων νείκεα καὶ πόλεμον δακρυόεντα λέγῃ, ἀλλʼ ὅστις Μουσέων τε καὶ ἀγλαὰ δῶρʼ Ἀφροδίτης συμμίσγων ἐρατῆς μνήσεται εὐφροσύνης. καὶ Ἴων δὲ Χῖός φησιν· χαιρέτω ἡμέτερος βασιλεύς, σωτήρ τε πατήρ τε· ἡμῖν δὲ κρητῆρʼ οἰνοχόοι θέραπες κιρνάντων προχύταισιν ἐν ἀργυρέοις· δὲ χρυσὸς οἶνον ἔχων χειρῶν νιζέτω εἰς ἔδαφος. σπένδοντες δʼ ἁγνῶς Ἡρακλέι τʼ Ἀλκμήνῃ τε, Προκλέι Περσείδαις τʼ, ἐκ Διὸς ἀρχόμενοι, πίνωμεν, παίζωμεν, ἴτω διὰ νυκτὸς ἀοιδή, ὀρχείσθω τις, ἑκὼν δʼ ἄρχε φιλοφροσύνης. ὅντινα δʼ εὐειδὴς μίμνει θήλεια πάρευνος, κεῖνος τῶν ἄλλων κυδρότερον πίεται. ἐποιοῦντο δὲ καὶ οἱ ἑπτὰ καλούμενοι σοφοὶ συμποτικὰς ὁμιλίας. παραμυθεῖται γὰρ οἶνος καὶ τὴν τοῦ γήρως δυσθυμίαν φησὶ Θεόφραστος ἐν τῷ περὶ Μέθης
Kaibel Index Scriptorum
ALEXIS
ANACREO
THEOPHRASTVS
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Ion

Alexis
Anacreon
Theophrastus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License