DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
74

ΜΑΣΤΟΣ. Ἀπολλόδωρος Κυρηναῖος, ὡς Πάμφιλός φησι, Παφίους τὸ ποτήριον οὕτως καλεῖν. ΜΑΘΑΛΙΔΑΣ Βλαῖσος ἐν Σατούρνῳ φησίν· ἑπτὰ μαθαλίδας ἐπίχεʼ ἡμῖν τῶ γλυκυτάτω. Πάμφιλος δέ φησι· μήποτε ἐκπώματός ἐστιν εἶδος, μέτρον οἷον κύαθος. Διόδωρος δὲ κύλικα ἀποδίδωσι.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License