DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
73

ΜΕΛΗ. οὕτω καλεῖταί τινα ποτήρια, ὧν μνημονεύει Ἀνάξιππος ἐν Φρέατι λέγων οὕτως σὺ δὲ τὴν μέλην, Συρίσκε, ταυτηνὶ λαβὼν ἔνεγκον ἐπὶ τὸ μνῆμʼ ἐκείνῃ, μανθάνεις; καὶ κατάχεον. ΜΕΤΑΝΙΠΤΡΟΝ μετὰ τὸ δεῖπνον ἐπὴν ἀπονίψωνται διδομένη κύλιξ. Ἀντιφάνης Λαμπάδι· Δαίμονος Ἀγαθοῦ μετάνιπτρον, ἐντραγεῖν, σπονδή, κρότος. Δίφιλος Σαπφοῖ· Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα μεστὴν Διὸς σωτῆρος, ἀγαθοῦ δαίμονος. ἔνιοι δὲ τὴν μετὰ τὸ νίψασθαι πόσιν, ὡς Σέλευκος ἐν Γλώσσαις. Καλλίας δʼ ἐν Κύκλωψι· καὶ δέξαι τηνδὶ μετανιπτρίδα τῆς Ὑγιείας. Φιλέταιρος Ἀσκληπιῷ· ἐνέσεισε μεστὴν ἴσον ἴσῳ μετανιπτρίδα μεγάλην, ἐπειπὼν τῆς Ὑγιείας τοὔνομα. Φιλόξενος δʼ διθυραμβοποιὸς ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ μετὰ τὸ ἀπονίψασθαι τὰς χεῖρας προπίνων τινί φησι· σὺ δὲ τάνδε Βακχία εὔδροσον πλήρη μετανιπτρίδα δέξαι. πραύ τί τοι Βρόμιος γάνος τόδε δοὺς ἐπὶ τέρψιν πάντας ἄγει. Ἀντιφάνης Λαμπάδι· τράπεζα φυστημινεις, ἅμα δʼ ἦν Δαίμονος Ἀγαθοῦ μετάνιπτρον. Νικόστρατος Ἀντερώσῃ· μετανιπτρίδʼ αὐτῷ τῆς Ὑγιείας ἔγχεον.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License