DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
72

ΛΥΚΙΟΥΡΓΕΙΣ. φιάλαι τινὲς οὕτως καλοῦνται ἀπὸ Λύκωνος τοῦ κατεσκευασμένου, ὡς καὶ Κονώνειοι αἱ ὑπὸ Κόνωνος ποιηθεῖσαι. μνημονεύει τοῦ Λύκωνος Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου κἀν τῷ πρὸς Τιμόθεον ὑπὲρ χρέως λέγων οὕτως· φιάλας Λυκιουργεῖς δύο. ἐν δὲ τῷ πρὸς Τιμόθεον γράφει· δίδωσιν ἀποθεῖναι τῷ Φορμίωνι μετὰ τῶν χρημάτων καὶ ἄλλας φιάλας Λυκιουργεῖς δύο. Ἡρόδοτος δʼ ἐν ζʹ προβόλους δύο Λυκιουργίδας ἡμιεργέας, ὅτι ἀκόντιά ἐστι πρὸς λύκων θήραν ἐπιτήδεια ἐν Λυκίᾳ εἰργασμένα. ὅπερ ἐξηγούμενος Δίδυμος γραμματικὸς τὰς ὑπὸ Λυκίου φησὶ κατεσκευασμένας. ἦν δὲ οὗτος τὸ γένος Βοιώτιος ἐξ Ἐλευθερῶν, υἱὸς Μύρωνος τοῦ ἀνδριαντοποιοῦ, ὡς Πολέμων φησὶν ἐν αʹ περὶ Ἀκροπόλεως ἀγνοεῖ δʼ γραμματικὸς ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, ἀλλʼ ἀπὸ πόλεων ἐθνῶν. Ἀριστοφάνης τε γὰρ ἐν Εἰρήνῃ φησί· τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος. Κριτίας τε ἐν τῇ Λακεδαιμονίων Πολιτείᾳ· κλίνη Μιλησιουργὴς καὶ δίφρος Μιλησιουργής, κλίνη Χιουργὴς καὶ τράπεζα Ῥηνιοεργής. Ἡρόδοτός τε ἐν τῇ ἑβδόμῃ φησί· προβόλους δύο Λυκοεργέας. μήποτʼ οὖν καὶ παρὰ τῷ Ἡροδότῳ ὡς καὶ παρὰ τῷ Δημοσθένει γραπτέον Λυκιοεργέας, ἵνʼ ἀκούηται τὰ ἐν Λυκίᾳ εἰργασμένα.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License