DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
71

ΛΟΙΒΑΣΙΟΝ κύλιξ, ὥς φησι Κλείταρχος καὶ Νίκανδρος Θυατειρηνός .... τὸ ἔλαιον ἐπισπένδουσι τοῖς ἱεροῖς, σπονδεῖον δὲ τὸν οἶνον, καλεῖσθαι λέγων καὶ λοιβίδας τὰ σπονδεῖα ὑπὸ Ἀντιμάχου τοῦ Κολοφωνίου. ΛΕΣΒΙΟΝ ὅτι ποτηρίου εἶδος, Ἡδύλος παρίστησιν ἐν Ἐπιγράμμασιν οὑτωσὶ λέγων· διαπινομένη Καλλίστιον ἀνδράσι, θαῦμα κοὐ ψευδές, νῆστις τρεῖς χόας ἐξέπιεν· ἧς τόδε σοί, Παφίη, ζωραῖς μύρρῃσι θυωθὲν κεῖται πορφυρέης Λέσβιον ἐξ ὑέλου. ἣν σὺ σάου πάντως, ὡς καὶ πάντων ἀπʼ ἐκείνης σοὶ τοῖχοι γλυκερῶν σῦλα φέρωσι πόθων. ΛΟΥΤΗΡΙΟΝ. Ἐπιγένης Μνηματίῳ ἐν τῷ τῶν ποτηρίων καταλόγῳ φησί· κρατῆρες, κάδοι, ὁλκεῖα, κρουνεῖʼ. Β. ἔστι γὰρ κρουνεῖα; Α. ναί. λουτήριʼ ἀλλὰ τί καθʼ ἕκαστα δεῖ λέγειν; ὄψει γὰρ αὐτός.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License