DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
70

ΛΕΠΑΣΤΗ. οἳ μὲν ὀξύνουσι τὴν τελευταίαν, ὡς καλή, οἳ δὲ παροξύνουσιν, ὡς μεγάλη. τοῦτο δὲ τὸ ποτήριον ὠνομάσθη ἀπὸ τῶν εἰς τὰς μέθας καὶ τὰς ἀσωτίας πολλὰ ἀναλισκόντων, οὓς λαφύκτας καλοῦμεν. κύλικες δʼ ἦσαν μεγάλαι. Ἀριστοφάνης Εἰρήνῃ τί δῆτʼ ἂν εἰ πίοις οἴνου κύλικα λεπαστήν; ἀφʼ ἧς ἔστι λάψαι, τουτέστιν ἁθρόως πιεῖν, κατεναντίον τῷ λεγομένῳ βομβυλιῷ. φησὶν γάρ που αὐτός· τὸ δʼ αἷμα λέλαφας τοὐμόν, ὦναξ δέσποτα, οἷον ἅθρουν μʼ ἐξέπιες. ἐν δὲ Γηρυτάδῃ· ἦν δὲ τὸ πρᾶγμʼ ἑορτή. περιέφερεν δʼ ἐν κύκλῳ λεπαστὴν ἡμῖν ταχὺ προσφέρων παῖς ἐνέχει τε σφόδρα κυανοβενθῆ, τὸ βάθος παρίστησιν κωμικὸς τοῦ ποτηρίου. Ἀντιφάνης δὲ ἐν Ἀσκληπιῷ· τὴν δὲ γραῦν τὴν ἀσθενοῦσαν πάνυ πάλαι, τὴν βρυτικήν, ῥίζιον τρίψας τι μικρὸν δελεάσας τε γεννικῇ τὸ μέγεθος κοίλῃ λεπαστῇ, τοῦτʼ ἐποίησεν ἐκπιεῖν. Φιλύλλιος Αὔγῃ· πάντα γὰρ ἦν μέστʼ ἀνδρῶν καὶ μειρακίων πινόντων· ὁμοῦ δʼ ἄλλων γρᾴδιʼ ἦν μεγάλαισιν οἴνου χαίροντα λεπασταῖς. Θεόπομπος Παμφίλῃ· σπόγγος, λεκάνη, πτερόν, λεπαστὴ πάνυ πυκνή, ἣν ἐκπιοῦσʼ ἄκρατον Ἀγαθοῦ Δαίμονος τέττιξ κελαδεῖ. καὶ ἐν Μήδῳ· ὥς ποτʼ ἐκήλησεν Καλλίστρατος υἷας Ἀχαιῶν, κέρμα φίλον διαδούς, ὅτε συμμαχίαν ἐρέεινεν· οἶον δʼ οὐ κήλησε δέμας λεπτὸν Ῥαδάμανθυν Λύσανδρον κώθωνι, πρὶν αὐτῷ δῶκε λεπαστήν. Ἀμερίας δέ φησι τὴν οἰνοχόην λεπαστὴν καλεῖσθαι. Ἀριστοφάνης δὲ καὶ Ἀπολλόδωρος γένος εἶναι κύλικος. Φερεκράτης Κραπατάλλοις· τῶν θεατῶν δʼ ὅστις ἂν διψῇ, λεπαστὴν λαψάμενος μεστὴν ἐκχαρυβδίσαι. Νίκανδρος δʼ Κολοφώνιός φησιν Δόλοπας οὕτω καλεῖν τὴν κύλικα. Λυκόφρων δʼ ἐν τῷ θʹ περὶ Κωμῳδίας παραθέμενος τὰ Φερεκράτους καὶ αὐτὸς εἶναί φησι γένος κύλικος τὴν λεπαστήν. Μόσχος δʼ ἐν ἐξηγήσει Ῥοδιακῶν Λέξεων κεραμεοῦν ἀγγεῖόν φησιν αὐτὸ εἶναι, ἐοικὸς ταῖς λεγομέναις πτωματίσιν, ἐκπεταλώτερον δέ. Ἀρτεμίδωρος δʼ Ἀριστοφάνειος ποτήριον ποιόν. Ἀπολλοφάνης δὲ Κρησί· καὶ λεπαστά μʼ ἁδύοινος εὐφρανεῖ διʼ ἡμέρας. Θεόπομπος Παμφίλῃ· λεπαστὴ μάλα συχνή, ἣν ἐκπιοῦσʼ ἄκρατον Ἀγαθοῦ Δαίμονος περίστατον βοῶσα τὴν κώμην ποεῖ. Νίκανδρος δʼ Θυατειρηνὸς κύλιξ, φησί, μείζων, παρατιθέμενος Τηλεκλείδου ἐκ Πρυτάνεων· καὶ μελιχρὸν οἶνον ἕλκειν ἐξ ἡδυπνόου λεπαστῆς. Ἕρμιππος Μοίραις· ἂν ἐγὼ πάθω τι τήνδε τὴν λεπαστὴν ἐκπιών, τῷ Διονύσῳ πάντα τἀμαυτοῦ δίδωμι χρήματα.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License