DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
7

ὁρῶν οὖν ὑμῶν καὶ αὐτὸς τὸ συμπόσιον κατὰ τὸν Κολοφώνιον Ξενοφάνη πλῆρες ὂν πάσης θυμηδίας· νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων καὶ κύλικες· πλεκτοὺς δʼ ἀμφιτιθεῖ στεφάνους, ἄλλος δʼ εὐῶδες μύρον ἐν φιάλῃ παρατείνει· κρατὴρ δʼ ἕστηκεν μεστὸς ἐυφροσύνης· ἄλλος δʼ οἶνος ἕτοιμος, ὃς οὔποτέ φησι προδώσειν, μείλιχος ἐν κεράμοις, ἄνθεος ὀσδόμενος· ἐν δὲ μέσοις ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησι· ψυχρὸν δʼ ἐστὶν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν. πάρκεινται δʼ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη· βωμὸς δʼ ἄνθεσιν ἀν τὸ μέσον πάντῃ πεπύκασται, μολπὴ δʼ ἀμφὶς ἔχει δώματα καὶ θαλίη. χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις· σπείσαντας δὲ καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι πρήσσειν (ταῦτα γὰρ ὦν ἐστι προχειρότερον) οὐχ ὕβρις πίνειν ὁπόσον κεν ἔχων ἀφίκοιο οἴκαδʼ ἄνευ προπόλου, μὴ πάνυ γηραλέος. ἀνδρῶν δʼ αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνῃ, ὡς οἱ μνημοσύνη, καὶ τὸν ὃς ἀμφʼ ἀρετῆς. οὔτι μάχας διέπειν Τιτήνων οὐδὲ Γιγάντων οὐδέ τι Κενταύρων, πλάσματα τῶν προτέρων, στάσιας σφεδανάς, τοῖς οὐδὲν χρηστὸν ἔνεστι, θεῶν δὲ προμηθείην αἰὲν ἔχειν ἀγαθόν.
Kaibel Index Scriptorum
EPIGENES
XENOPHANES

ANACREO
POLEMO
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Anacreon
Ion
Polemo

Alignment

 

Digital Athenaeus Project     Creative Commons License