DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
68

ΛΑΒΡΩΝΙΑ ἐκπώματος Περσικοῦ εἶδος ἀπὸ τῆς ἐν τῷ πίνειν λαβρότητος ὠνομασμένον. πλατὺ δʼ ἐστὶ τῇ κατασκευῇ καὶ μέγα· ἔχει δὲ καὶ ὦτα μεγάλα. Μένανδρος Ἁλιεῖ· εὐποροῦμεν, οὐδὲ μετρίως· ἐκ Κυίνδων χρυσίον, Περσικαὶ στολαὶ δʼ ἐκεῖναι πορφυρᾶ τε στρώματα ἔνδον ἔστʼ, ἄνδρες, ποτηρίδια τορεύματα κἀκτυπωμάτων πρόσωπα, τραγέλαφοι, λαβρώνια. ἐν δὲ Φιλαδέλφοις· ἤδη δʼ ἐπιχύσεις διάλιθοι, λαβρώνιοι, Πέρσαι δʼ ἔχοντες μυιοσόβας ἑστήκεσαν. Ἵππαρχος δʼ ἐν Θαίδι· λαβρώνιος δʼ ἔσθʼ οὗτος ὄρνις; Β. Ἡράκλεις, ποτήριον χρυσοῦς διακοσίους ἄγον. Α. περιβοήτου, φιλτάτη, λαβρωνίου. Δίφιλος Τιθραύστῃ καὶ ἄλλα γένη καταλέγων ποτηρίων φησί· πρίστις, τραγέλαφος, βατιάκη, λαβρώνιος. ἀνδραποδιον δὴ ταῦθʼ, ὁρᾷς, ἥκιστά γε, ἐκπωμάτων δʼ ὀνόματα. Β. πρὸς τῆς Ἑστίας. Α. λαβρώνιος χρυσῶν δέ, παῖδες, εἴκοσι. Δίδυμος δʼ ὅμοιον εἶναί φησιν αὐτὸ βομβυλιῷ βατιακίῳ.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License