DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
67

περὶ δὲ τοῦ κωθωνίζεσθαι καὶ ὅτι χρήσιμός ἐστι διὰ χρόνου κωθωνισμὸς Μνησίθεος Ἀθηναῖος ἰατρὸς ἐν τῇ περὶ Κωθωνισμοῦ ἐπιστολῇ φησιν οὕτως· συμβαίνει τοὺς μὲν πολὺν ἄκρατον ἐν ταῖς συνουσίαις πίνοντας μεγάλα βλάπτεσθαι καὶ τὸ σῶμα καὶ τὴν ψυχήν. τὸ μέντοι κωθωνίζεσθαι διά τινων ἡμερῶν δοκεῖ μοι ποιεῖν τινα καὶ τοῦ σώματος κάθαρσιν καὶ τῆς ψυχῆς ἄνεσιν. γίγνονται γάρ τινες ἡμῖν ἐκ τῶν καθʼ ἡμέραν συμποσίων ἐπιπόλαιοι δριμύτητες· ταύταις οὖν ἐστι τῶν μὲν πόρων οἰκειότατος διὰ τῆς οὐρήσεως, τῶν δὲ καθάρσεων διὰ τῶν κωθωνισμῶν πρέπει μάλιστα. κατανίζεται γὰρ τὸ σῶμα τοῖς οἴνοις· ὑγρὸν γὰρ καὶ θερμὸν οἶνος· τὸ δὲ ἀφʼ ἡμῶν διηθούμενον οὖρόν ἐστιν δριμύ. τὰ γοῦν ἱμάτια τούτῳ χρώμενοι ῥύμματι πλύνουσιν οἱ γναφεῖς. τρία δὲ παραφύλαττε ὅταν κωθωνίζῃ· μὴ πονηρὸν οἶνον πίνειν μηδὲ ἄκρατον μηδὲ τραγηματίζεσθαι ἐν τοῖς κωθωνισμοῖς. ὅταν δʼ ἱκανῶς ἔχῃς ἤδη, μὴ κοιμῶ πρὶν ἂν ἐμέσῃς πλέον ἔλαττον. εἶτα ἐὰν μὲν ἐμέσῃς ἱκανῶς, ἀναπαύου μικρὸν περιχεάμενος· ἐὰν δὲ μὴ δυνηθῇς ἱκανῶς κενῶσαι σαυτόν, πλείονι χρῆσαι τῷ λουτρῷ καὶ εἰς τὴν πύελον κατακλίθητι σφόδρα εἰς θερμὸν ὕδωρ. Πολέμων δʼ ἐν πέμπτῳ τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονόν φησι· Διόνυσος τέλειος καθήμενος ἐπὶ πέτρας· ἐξ εὐωνύμων δʼ αὐτοῦ Σάτυρος φαλακρός, ἐν τῇ δεξιᾷ κώθωνα μόνωτον ῥαβδωτὸν κρατῶν.
Kaibel Index Scriptorum
MNESITHEVS

CALLIXINVS
MENANDER
POLEMO
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License