DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
66

ΚΩΘΩΝ Λακωνικὸν ποτήριον, οὗ μνημονεύει Ξενοφῶν ἐν αʹ Κύρου Παιδείας Κριτίας δʼ ἐν Λακεδαιμονίων Πολιτείᾳ γράφει οὕτως· χωρὶς δὲ τούτων τὰ σμικρότατα ἐς τὴν δίαιταν, ὑποδήματα ἄριστα Λακωνικὰ καὶ ἱμάτια φορεῖν ἥδιστα καὶ χρησιμώτατα· κώθων Λακωνικός, ἔκπωμα ἐπιτηδειότατον εἰς στρατείαν καὶ εὐφορώτατον ἐν γυλιῷ. οὗ δὲ ἕνεκα στρατιωτικόν, πολλάκις ἀνάγκη ὕδωρ πίνειν οὐ καθαρόν. πρῶτον μὲν οὖν τὸ μὴ λίαν κατάδηλον εἶναι τὸ πόμα· εἶτα ἄμβωνας κώθων ἔχων ὑπολείπει τὸ οὐ καθαρὸν ἐν αὑτῷ. καὶ Πολέμων δʼ ἐν τῇ .. τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονον, ὅτι κεραμέοις ἀγγείοις ἐχρῶντο οἱ Λακεδαιμόνιοι γράφει οὕτως· ἀλλὰ μὴν ὅτι ἀρχαικὸν ἦν τὸ τοιοῦτον δὲ τῆς ἀγωγῆς γένος .... καὶ νῦν δρᾶται παρά τισι τῶν Ἑλλήνων· ἐν Ἄργει μὲν ἐν ταῖς δημοσίαις θοίναις, ἐν Λακεδαίμονι δὲ κατὰ τὰς ἑορτάς, ἔν τε τοῖς ἐπινικίοις καὶ τοῖς γάμοις τῶν παρθένων, πίνουσιν ἐκ κεραμέων ποτηρίων· ἐν δὲ τοῖς ἄλλοις συμποσίοις καὶ φιδιτίοις ἐν πιθάκναις ... μνημονεύει αὐτοῦ καὶ Ἀρχίλοχος ἐν Ἐλεγείοις ὡς ποτηρίου οὕτως· ἀλλʼ ἄγε σὺν κώθωνι θοῆς διὰ σέλματα νηὸς φοίτα καὶ κοίλων πώματʼ ἄφελκε κάδων, ἄγρει δʼ οἶνον ἐρυθρὸν ἀπὸ τρυγός· οὐδὲ γὰρ ἡμεῖς νήφειν ἐν φυλακῇ τῇδε δυνησόμεθα, ὡς τῆς κύλικος λεγομένης κώθωνος. Ἀριστοφάνης Ἱππεῦσιν· εἰς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς πριάμενοι κώθωνας, οἳ δὲ σκόροδα καὶ κρόμμυα. Ἡνίοχος Γοργόσι· πιεῖν πιεῖν τις ἐγχείτω λαβὼν πυριγενῆ κυκλοτερῆ βραχύωτον παχύστομον κώθωνα παῖδα φάρυγος. Θεόπομπος Στρατιώτισιν· ἐγὼ γὰρ ἂν κώθωνος ἐκ στρεψαύχενος πίοιμι τὸν τράχηλον ἀνακεκλασμένη; Ἄλεξις Ἐρίθοις· εἶτα τετρακότυλον ἐπεσόβει κώθωνά μοι, παλαιὸν οἴκων κτῆμα ἀπὸ δὲ τοῦ ποτηρίου τούτου καὶ ἀκρατοκώθωνας καλοῦσι τοὺς πλέονα ἄκρατον σπῶντας, ὡς Ὑπερείδης ἐν τῷ κατὰ Δημοσθένους Καλλίξεινος δʼ ἐν τετάρτῳ περὶ Ἀλεξανδρείας ἀναγράφων τὴν τοῦ Φιλαδέλφου πομπὴν καὶ καταλέγων πολλὰ ἐκπώματα γράφει καὶ τάδε· κώθωνες διμέτρητοι βʹ.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License