DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
64

Ἐρατοσθένης δʼ ἐν τῇ πρὸς Ἀγήτορα τὸν Λάκωνα Ἐπιστολῇ ὡς κυαθῶδες ἀγγεῖον τὸ κυμβίον παραδίδωσι γράφων οὕτως· θαυμάζουσι δὲ οἱ αὐτοὶ καὶ πῶς κύαθον μὴ κεκτημένος, ἀλλὰ κυμβίον μόνον, φιάλην προσεκέκτητο. δοκεῖ δή μοι τὸ μὲν τῆς τῶν ἀνθρώπων χρείας ἕνεκα, τὸ δὲ τῆς τῶν θεῶν τιμῆς εἰς τὴν κτῆσιν παρειληφέναι. κυάθῳ μὲν οὖν οὐδὲν ἐχρῶντο τότε οὐδὲ κοτύλῃ. κρατῆρα γὰρ ἵστασαν τοῖς θεοῖς, οὐκ ἀργυροῦν οὐδὲ λιθοκόλλητον, ἀλλὰ γῆς Κωλιάδος γῆς. τοῦτον δʼ ὁσάκις ἐπί τι πληρώσαιεν, ἀποσπείσαντες τοῖς θεοῖς ἐκ τῆς φιάλης ᾠνοχόουν ἐφεξῆς, τὸν νεοκρᾶτα βάπτοντες τῷ κυμβίῳ, καθὰ καὶ νῦν παρʼ ὑμῖν ποιοῦσιν ἐν τοῖς φιδιτίοις. εἰ δέ ποτε πλεῖον πιεῖν βουληθεῖεν, προσπαρετίθεσαν τοὺς καλουμένους κοτύλους, κάλλιστα καὶ εὐποτώτατα ἐκπωμάτων. ἦσαν δὲ καὶ οὗτοι τῆς αὐτῆς κεραμείας. ὅταν δʼ Ἔφιππος ἐν Ἐφήβοις λέγῃ· οὐ κύλικας ἐπὶ τὰ δεῖπνα Χαιρήμων φέρει, οὐ κυμβίοισι πεπολέμηκʼ Εὐριπίδης, οὐ τὸν τραγικὸν λέγει ποιητήν, ἀλλά τινα ὁμώνυμον αὐτῷ, ἤτοι φίλοινόν τινα αἰτίαν ἔχοντα οὐ χρηστήν, ὥς φησιν Ἀντίοχος Ἀλεξανδρεὺς ἐν τῷ περὶ τῶν ἐν τῇ μέσῃ κωμῳδίᾳ κωμῳδουμένων Ποιητῶν. τὸ γὰρ ἐπάγεσθαι κατὰ τὰς ἑστιάσεις κυμβία καὶ δοκεῖν τούτοις διαμάχεσθαι εἰς ἑκάτερα τείνει. μνημονεύει δʼ αὐτοῦ καὶ Ἀναξανδρίδης ἐν Νηρηίσιν· δὸς δὴ τὸν χόα αὐτῷ σύ, Κῶμε, καὶ τὸ κυμβίον φέρων· Εὐριπίδης τις σήμερον γενήσεται. καὶ Ἔφιππος ἐν Ὁμοίοις Ὀβελιαφόροις Διονυσίου δὲ δράματʼ ἐκμαθεῖν δέοι καὶ Δημοφῶντος, ἅττʼ ἐποίησεν εἰς Κότυν, ῥήσεις τε κατὰ δεῖπνον Θεόδωρός μοι λέγοι, Λάχητί τʼ οἰκήσαιμι τὴν ἑξῆς θύραν, κυμβία τε παρέχοιμʼ ἑστιῶν Εὐριπίδῃ. ὅτι δὲ καὶ πλοῖον κύμβη Σοφοκλῆς ἐν Ἀνδρομέδᾳ φησίν· ἵπποισιν κύμβαισι ναυστολεῖς χθόνα; κύββα ποτήριον Ἀπολλόδωρος Παφίους.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License