DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
63

ΚΥΜΒΙΑ τὰ κοῖλα ποτήρια καὶ μικρὰ Σιμάριστος. Δωρόθεος δέ· γένος ποτηρίων βαθέων τὰ κυμβία καὶ ὀρθῶν, πυθμένα μὴ ἐχόντων μηδὲ ὦτα. Πτολεμαῖος δὲ τοῦ Ἀριστονίκου τὰ κυφά. Νίκανδρος δʼ Θυατειρηνὸς τὸ χωρὶς ὠτίων ποτήριον ὠνομακέναι Θεόπομπον ἐν Μήδῳ Φιλήμων Φάσματι· ἐπεὶ δʼ Ῥόδη κυμβίον ἀκράτου κατασέσειχʼ ὑμᾶς ἄνω. Διονύσιος δʼ Σάμιος ἐν ἕκτῳ περὶ τοῦ Κύκλου τὸ αὐτὸ οἴεται εἶναι κισσύβιον καὶ κυμβίον. φησὶ γὰρ ὡς Ὀδυσσεὺς πληρώσας κυμβίον ἀκράτου ὤρεξε τῷ Κύκλωπι. οὐκ ἔστι δὲ μικρὸν τὸ διδόμενον αὐτῷ κισσύβιον παρʼ Ὁμήρῳ· οὐ γὰρ ἂν τρὶς πιὼν μέγιστος ὢν τὸ σῶμα ταχέως ἂν ὑπὸ τῆς μέθης κατηνέχθη. τοῦ κυμβίου μνημονεύει καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ἀκολουθεῖν αὐτῷ φάσκων ῥυτὰ καὶ κυμβία. καὶ πάλιν ἐν τῷ αὐτῷ· ἐπʼ ἀστράβης δὲ ὀχούμενος ἐξ Ἀργούρας τῆς Εὐβοίας, χλανίδας δʼ ἐπʼ ὄχου καὶ κυμβία καὶ κάδους ἔχων, ὧν ἐπελαμβάνοντο οἱ πεντηκοστολόγοι. καὶ ἐν τῷ κατὰ Εὐέργου καὶ Μνησιβούλου φησὶ δὲ Δίδυμος γραμματικὸς ἐπίμηκες εἶναι τὸ ποτήριον καὶ στενὸν τῷ σχήματι, παρόμοιον πλοίῳ καλεῖται κύμβη. καὶ Ἀναξανδρίδης ἐν Ἀγροίκοις· μεγάλʼ ἴσως ποτήρια προπινόμενα καὶ μέστʼ ἀκράτου κυμβία ἐκάρωσεν ὑμᾶς. Β. ἀνακεχαίτικεν μὲν οὖν. Ἄλεξις Ἱππεῖ· τά τε κυμβία ἆρʼ ἦν πρόσωπʼ ἔχοντα χρυσᾶ παρθένων; Β. νὴ τὸν Δίʼ, ἦν γάρ. Α. τάλαινʼ ἐγὼ κακῶν.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License