DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
62

Φερεκράτης Κοριαννοῖ· ἐκ τοῦ βαλανείου γὰρ δίεφθος ἔρχομαι, ξηρὰν ἔχουσα τὴν φάρυγα. Β. δώσω πιεῖν. Α. γλίσχρον γέ μοὐστὶ τὸ σίαλον νὴ τὼ θεώ. Β. εἰ λάβω κυρισοι τὴν κυλίσκην; Α. μηδαμῶς μικράν γε. κινεῖται γὰρ εὐθύς μοι χολή, ἐξ οὗπερ ἔπιον ἐκ τοιαύτης φάρμακον. εἰς τὴν ἐμὴν νῦν ἔγχεον τὴν μείζονα. ὅτι δὲ μεγάλοις ποτηρίοις αἱ γυναῖκες ἐχρῶντο αὐτὸς εἴρηκε Φερεκράτης ἐν Τυραννίδι διὰ τούτων· εἶτʼ ἐκεραμεύσαντο τοῖς μὲν ἀνδράσιν ποτήρια πλατέα, τοίχους οὐκ ἔχοντʼ, ἀλλʼ αὐτὸ τοὔδαφος μόνον, κοὐχὶ χωροῦντʼ οὐδὲ κόγχην, ἐμφερῆ γευστηρίοις· σφίσι δέ γʼ αὐταῖσιν βαθείας κύλικας ὥσπερ ὁλκάδας οἰναγωγούς, περιφερεῖς, λεπτάς, μέσας, γαστροιίδας, οὐκ ἀβούλως, ἀλλὰ πόρρωθεν κατεσκευασμέναι αὔθʼ ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ. εἶθʼ ὅταν τὸν οἶνον αὐτὰς αἰτιώμεθʼ ἐκπιεῖν, λοιδοροῦνται κὠμνύουσι μὴ ʼκπιεῖν ἀλλʼ μίαν. δὲ κρείττων μίʼ ἐστὶ χιλίων ποτηρίων.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License