DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
60

ΚΥΛΙΞ. Φερεκράτης Δουλοδιδασκάλῳ· νυνὶ δʼ ἀπόνιζε τὴν κύλικα δώσων πιεῖν, ἔγχει τʼ ἐπιθεὶς τὸν ἡθμόν. ταῦτα δʼ ἐστὶ κεράμεα ποτήρια καὶ λέγεται ἀπὸ τοῦ κυλίεσθαι τῷ τροχῷ· ἀφʼ ὧν καλεῖται τό τε κυλικεῖον, ἐν τίθεται τόπῳ τὰ ποτήρια, κἂν ἀργυρᾶ τυγχάνῃ ὄντα, καὶ τὸ κυλικηγορεῖν, ὅταν ἐπὶ τῇ κύλικί τις ἀγορεύῃ. Ἀθηναῖοι δὲ καὶ τὴν ἰατρικὴν πυξίδα καλοῦσι κυλιχνίδα διὰ τὸ τῷ τόρνῳ κεκυλίσθαι. ἐγένοντο δʼ ἐπίσημοι κύλικες αἵ τε Ἀργεῖαι καὶ αἱ Ἀττικαί. καὶ τῶν μὲν Ἀττικῶν μνημονεύει Πίνδαρος ἐν τοῖσδε· Θρασύβουλʼ, ἐρατᾶν ὄχημʼ ἀοιδᾶν τοῦτό τοι πέμπω μεταδόρπιον. ἐν ξυνῷ κεν εἴη συμπόταισίν τε γλυκερὸν καὶ Διωνύσοιο καρπῷ καὶ κυλίκεσσιν Ἀθηναίαισι κέντρον ... αἱ δʼ Ἀργεῖαι δοκοῦσι καὶ τὸν τύπον ἔχειν διάφορον πρὸς τὰς Ἀττικάς. φοξαὶ γοῦν ἦσαν τὸ χεῖλος, ὡς Σιμωνίδης φησὶν Ἀμόργιος· αὐτὴ δὲ φοξίχειλος Ἀργείη κύλιξ, εἰς ὀξὺ ἀνηγμένη, οἷοί εἰσιν οἱ ἄμβικες καλούμενοι. τὸ γὰρ φοξὸν ἐπὶ τούτου τάττουσι, καθότι Ὅμηρος ἐπὶ τοῦ Θερσίτου· φοξὸς ἔην κεφαλήν. καὶ ἔστιν οἷον φαοξός, πρὸς τὰ φάη ὀξὺς ὁρώμενος.
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Pindarus

Pherecrates
Simonides
Sophron

Alignment

 

Digital Athenaeus Project     Creative Commons License