ΚΡΑΤΑΝΙΟΝ. μήποτε τὸ νῦν καλούμενον κρανίον ἔκπωμα οὕτως ὠνόμαζον οἱ ἀρχαῖοι. Πολέμων γοῦν ἢ ὅστις ἐστὶν ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ἑλλαδικὸν περὶ τοῦ ἐν Ὀλυμπίᾳ λέγων Μεταποντίνων ναοῦ γράφει καὶ ταῦτα· ναὸς Μεταποντίνων, ἐν ᾧ φιάλαι ἀργυραῖ ρλβʹ, οἰνοχόαι ἀργυραῖ βʹ, ἀποθυστάνιον ἀργυροῦν, φιάλαι γʹ ἐπίχρυσοι. ναὸς Βυζαντίων, ἐν ᾧ Τρίτων κυπαρίσσινος ἔχων κρατάνιον ἀργυροῦν, σειρὴν ἀργυρᾶ, καρχήσια βʹ ἀργυρᾶ, κύλιξ ἀργυρᾶ, οἰνοχόη χρυσῆ, κέρατα δύο. ἐν δὲ τῷ ναῷ τῆς Ἥρας τῷ παλαιῷ φιάλαι ἀργυραῖ λʹ, κρατάνια ἀργυρᾶ βʹ, χύτρος ἀργυροῦς, ἀποθυστάνιον χρυσοῦν, κρατὴρ χρυσοῦς, Κυρηναίων ἀνάθημα, βατιάκιον ἀργυροῦν. ΚΡΟΥΝΕΙΑ. Ἐπιγένης Μνηματίῳ· κρατῆρες, κάδοι, ὁλκεῖα, κρουνεῖʼ. Β. ἔστι γὰρ κρουνεῖα; Α. ναί. ΚΥΑΘΙΣ, κοτυλῶδες ἀγγεῖον. Σώφρων ἐν τῷ ἐπιγραφομένῳ μίμῳ Γυναῖκες αἳ τὰν θεὸν φαντὶ ἐξελᾶν· ὑποκατώρυκται δὲ ἐν κυαθίδι τρικτὺς ἀλεξιφαρμάκων.
|