DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
57

ΚΟΤΥΛΗ. Ἀριστοφάνης Κωκάλῳ· ἄλλαι ὑποπρεσβύτεραι γρᾶες Θασίου μέλανος μεστὸν κεραμευομέναις κοτύλαις μεγάλαις ἔγχεον ἐς σφέτερον δέμας οὐδένα κόσμον, ἔρωτι βιαζόμεναι μέλανος οἴνου ἀκράτου. Σιληνὸς καὶ Κλείταρχος ἔτι τε Ζηνόδοτος τὴν κύλικα· πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα καί· πολλὰ μεταξὺ πέλει κοτύλης καὶ χείλεος ἄκρου. Σιμάριστος δὲ τὸ λεπτὸν ποτήριον οὕτως καλεῖσθαι. Διόδωρος δὲ τὸν παρά τισι κότυλον κοτύλην ὠνομακέναι τὸν ποιητήν πύρνον καὶ κοτύλην. ὃν κύλικα μὲν οὐκ εἶναι, οὐ γὰρ ἔχειν ὦτα, παραπλήσιον δʼ ὑπάρχειν λουτηρίῳ βαθεῖ, ποτηρίου δὲ εἶδος εἶναι. δύνασθαι δὲ καὶ τὸν παρὰ τοῖς Αἰτωλοῖς καί τισι τῶν Ἰώνων λεγόμενον κότυλον, ὃν ὅμοιον ὄντα τῷ προειρημένῳ ἓν οὖς ἔχειν. μνημονεύει δʼ αὐτοῦ Κράτης ἐν Παιδιαῖς καὶ Ἕρμιππος ἐν Θεοῖς Ἀθηναῖοι δὲ μέτρον τι καλοῦσι κοτύλην. Θουκυδίδης· ἐδίδοσαν μὲν αὐτῶν ἑκάστῳ ἐπὶ ὀκτὼ μῆνας κοτύλην ὕδατος καὶ δύο κοτύλας σίτου. Ἀριστοφάνης Προάγωνι· δʼ ἀλφίτων .. πριάμενος τρεῖς χοίνικας κοτύλης δεούσας εἴκοσʼ ἀπολογίζεται. Ἀπολλόδωρος δὲ ποτηρίου τι γένος ὑψηλὸν καὶ ἔγκοιλον. πᾶν δὲ τὸ κοῖλον κοτύλην, φησίν, ἐκάλουν οἱ παλαιοί, ὡς καὶ τὸ τῶν χειρῶν κοῖλον· ὅθεν καὶ κοτυλήρυτον αἷμα τὸ ἀμφοτέραις ταῖς χερσὶν ἀρυσθῆναι δυνάμενον. καὶ ἐν κοτύλῃ δέ τις παιδιὰ καλεῖται, ἐν κοιλάναντες τὰς χεῖρας δέχονται τὰ γόνατα τῶν νενικηκότων οἱ νενικημένοι καὶ βαστάζουσιν αὐτούς. Διόδωρος δʼ ἐν Ἰταλικαῖς Γλώσσαις καὶ Ἡράκλειτος, ὥς φησι Πάμφιλος, τὴν κοτύλην καλεῖσθαι καὶ ἡμίναν, παρατιθέμενος Ἐπιχάρμου· καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο. καὶ Σώφρων· κατάστρεψον, τέκνον, τὰν ἡμίναν. κοτυλίσκην δʼ εἴρηκε Φερεκράτης ἐν Κοριαννοῖ· τὴν κοτυλίσκην μηδαμῶς. Ἀριστοφάνης ἐν Ἀχαρνεῦσι· κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουμένον. κοτύλη δὲ καλεῖται καὶ τοῦ ἰσχίου κοιλότης, καὶ αἱ τοῦ πολύποδος ἐν ταῖς πλεκτάναις ἐπιφύσεις παραγώγως κοτυληδόνες. καὶ τὰ κύμβαλα δʼ Αἰσχύλος ἐν Ἠδωνοῖς κοτύλας εἴρηκεν· δὲ χαλκοδέτοις κοτύλαις ὀτοβεῖ. Μαρσύας δέ φησι τὸ ἐν τῷ ἰσχίῳ ὀστοῦν καλεῖσθαι ἄλεισον καὶ κύλικα. κοτυλίσκος δὲ καλεῖται ἱερὸς τοῦ Διονύσου κρατηρίσκος, καὶ οἷς χρῶνται οἱ μύσται, ὡς Νίκανδρός φησιν Θυατειρηνὸς παρατιθέμενος τὸ ἐκ Νεφελῶν Ἀριστοφάνους· μηδὲ στέψω κοτυλίσκον. Σιμμίας δὲ ἀποδίδωσι τὴν κοτύλην ἄλεισον.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License