DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
56

ΚΟΤΥΛΟΣ. τὰ μόνωτα ποτήρια κότυλοι, ὧν καὶ Ἀλκαῖος μνημονεύει Διόδωρος δʼ ἐν τῷ πρὸς Λυκόφρονα παρὰ Σικυωνίοις καὶ Ταραντίνοις ἐπιπολάζειν φησὶ τὸ ἔκπωμα, εἶναι δʼ αὐτὸ λουτηρίῳ ἐοικὸς βαθεῖ. ἔχει δὲ καὶ οὖς ἐνιαχῇ. μνημονεύει δὲ αὐτοῦ καὶ Ἴων Χῖος κότυλον οἴνου πλέων λέγων. Ἕρμιππος δὲ ἐν Θεοῖς· τόν τε κότυλον πρῶτον ἤνεγκʼ ἐνέχυρον τῶν γειτόνων. καὶ Πλάτων ἐν Διὶ κακουμένῳ τὸν κότυλον φέρει φησί, καὶ Ἀριστοφάνης ἐν Βαβυλωνίοις Εὔβουλος δʼ ἐν Ὀδυσσεῖ Πανόπταις· δʼ ἱερεὺς Εὐήγορος ἐν μέσοις αὐτοῖσιν ἑστὼς τὴν καλὴν σκευὴν ἔχων οἶνον ἐξέσπενδε κοτύλῳ. Πάμφιλος δὲ ποτηρίου φησὶν εἶναι γένος, ἴδιον δʼ εἶναι Διονύσου. Πολέμων δʼ ἐν τῷ περὶ τοῦ Δίου Κῳδίου φησί· μετὰ δὲ ταῦτα τὴν τελετὴν ποιεῖ καὶ αἱρεῖ τὰ ἐκ τῆς θαλάμης καὶ νέμει ὅσοι ἄνω τὸ κέρνος περιενηνοχότες. τοῦτο δʼ ἐστὶν ἀγγεῖον κεραμεοῦν ἔχον ἐν αὑτῷ πολλοὺς κοτυλίσκους κεκολλημένους· ἔνεισι δʼ ἐν αὐτοῖς ὅρμινοι, μήκωνες λευκοί, πυροί, κριθαί, πισοί, λάθυροι, ὦχροι, φακοί, κύαμοι, ζειαί, βρόμος, παλάθιον, μέλι, ἔλαιον, οἶνος, γάλα, ὄιον ἔριον ἄπλυτον. δὲ τοῦτο βαστάσας οἷον λικνοφορήσας τούτων γεύεται.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License