DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
55

ΚΟΝΔΥ ποτήριον Ἀσιατικόν. Μένανδρος Κόλακι· κοτύλας χωροῦν δέκα ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία. Ἵππαρχος Ἀνασῳζομένοις· προσέχεις τι τούτῳ τῷ στρατιώτῃ τοῦ δε δειου ἀργύριον οὗτος οὐδαμόθεν, εὖ οἶδʼ ἐγώ, ἀλλʼ δαπίδιον ἓν ἀγαπητὸν ποικίλον, Πέρσας ἔχον καὶ γρῦπας ἐξώλεις τινὰς τῶν Περσικῶν Β. εἰς κόρακας, μαστιγία. Α. καὶ κόνδυ καὶ ψυκτῆρα καὶ κυμβίον. Νικόμαχος δʼ ἐν πρώτῳ περὶ Ἑορτῶν Αἰγυπτίων φησί· τὸ δὲ κόνδυ ἐστὶ μὲν Περσικόν, τὴν δὲ ἀρχὴν ἣν Ἕρμιππος ἀστρολογικὸς ὡς κόσμος ἐξ οὗ τῶν θεῶν τὰ θαύματα καὶ τὰ καρπώσιμα γίνεσθαι ἐπὶ γῆς· διὸ ἐκ τούτου σπένδεσθαι. Παγκράτης δʼ ἐν πρώτῳ Βοκχορηίδος· αὐτὰρ γε σπείσας ἐκ κόνδυος ἀργυφέοιο νέκταρ ἐπʼ ἀλλοδαπὴν οἶμον ἔβαινε πόδα. ΚΟΝΩΝΕΙΟΣ. Ἴστρος Καλλιμάχειος ἐν πρώτῳ Πτολεμαίδος τῆς ἐν Αἰγύπτῳ πόλεως γράφει οὕτως· κυλίκων Κονωνείων ζεῦγος καὶ θηρικλείων χρυσοκλύστων ζεῦγος.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License