DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
53

ΚΙΣΣΥΒΙΟΝ τὸ μόνωτον ποτήριον Φιλήμων. Νεοπτόλεμος δʼ Παριανὸς ἐν τρίτῳ Γλωσσῶν τὸ κίσσινον ποτήριον σημαίνειν παρʼ Εὐριπίδῃ ἐν Ἀνδρομέδᾳ· πᾶς δὲ ποιμένων ἔρρει λεώς, μὲν γάλακτος κίσσινον φέρων σκύφος πόνων ἀναψυκτῆρʼ, δʼ ἀμπέλων γάνος. τὸ γὰρ κισσύβιον, φησί, λέγεται ἐπὶ συνόδου ἀγροικικῆς, ἔνθα προσήκει μάλιστα τὸ ξύλινον ποτήριον. Κλείταρχος δέ φησιν Αἰολεῖς τὸν σκύφον κισσύβιον καλεῖν· Μαρσύας δὲ κύπελλον καὶ τὸ ξύλινον ποτήριον. Εὔμολπος δὲ γένος τι ποτηρίου, ἴσως, φησίν, κατʼ ἀρχὰς ἐκ κισσίνου κατασκευασθὲν ξύλου. Νίκανδρος δὲ Κολοφώνιος ἐν τῷ πρώτῳ τῶν Αἰτωλικῶν γράφει· ἐν τῇ ἱεροποιίῃ τοῦ Διδυμαίου Διὸς κισσοῦ σπονδοποιέονται πετάλοισιν, ὅθεν τὰ ἀρχαῖα ἐκπώματα κισσύβια φωνέεται. Ὅμηρος· κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο. Ἀσκληπιάδης δʼ Μυρλεανὸς ἐν τῷ περὶ τῆς Νεστορίδος σκύφει, φησί, καὶ κισσυβίῳ τῶν μὲν ἐν ἄστει καὶ μετρίων οὐδεὶς ἐχρῆτο, συβῶται δὲ καὶ νομεῖς καὶ οἱ ἐν ἀγρῷ· Πολύφημος μὲν τῷ κισσυβίῳ, θατέρῳ δὲ Εὔμαιος. Καλλίμαχος δʼ ἔοικε διαμαρτάνειν ἐν τῇ συγχρήσει τῶν ὀνομάτων, λέγων ἐπὶ τοῦ οἰκείου ξένου τοῦ παρὰ τῷ Ἀθηναίῳ Πόλλιδι συνεστιασθέντος αὐτῷ· καὶ γὰρ Θρηικίην μὲν ἀνήνατο χανδὸν ἄμυστιν ζωροποτεῖν, ὀλίγῳ δʼ ἥδετο κισσυβίῳ. τῷ μὲν ἐγὼ τόδʼ ἔλεξα περιστείχοντος ἀλείσου τὸ τρίτον. γὰρ λέγων ἄλεισον τὸ αὐτὸ καὶ κισσύβιον τὴν ἀκριβῆ θέσιν τῶν ὀνομάτων οὐ διαφυλάττει. εἰκάσειε δʼ ἄν τις τὸ κισσύβιον τὸ πρῶτον ὑπὸ ποιμένων ἐργασθῆναι ἐκ κισσίνου ξύλου. ἄλλοι δὲ ἐτυμολογοῦσιν αὐτὸ ἀπὸ τοῦ χεῖσθαι, τὸ δʼ ἐστὶ χωρεῖν· οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται. καὶ τοῦ ὄφεως κατάδυσις χειή, καταδεχομένη τὸ ζῷον. καὶ κήθιον τὸ χήτιον τὸ χωροῦν τοὺς ἀστραγάλους. Διονύσιος δʼ Σάμιος ἐν τοῖς περὶ τοῦ Κύκλου τὸ Ὁμηρικὸν κισσύβιον κυμβίον ἔφη γράφων οὕτως· καὶ αὐτὸν Ὀδυσσεὺς ὁρῶν ταῦτα ποιοῦντα πληρώσας τοῦ οἴνου κυμβίον δίδωσι πιεῖν.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License