DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
50

ΚΕΛΕΒΗ. τούτου τοῦ ἐκπώματος Ἀνακρέων μνημονεύει· ἄγε δή, φέρʼ ἡμίν, παῖ, κελέβην, ὅκως ἄμυστιν προπίω, τὰ μὲν δέκʼ ἐγχέας ὕδατος, τὰ πέντε δʼ οἴνου κυάθους. ἄδηλον δὲ πότερον εἶδός ἐστι ποτηρίου πᾶν ποτήριον κελέβη καλεῖται ἀπὸ τοῦ χέειν εἰς αὐτὸ τὴν λοιβὴν ἤτοι λείβειν· τοῦτο δὲ ἐπὶ τοῦ ὑγροῦ συνήθως ἔταττον, ἀφʼ οὗ λέγεται καὶ λέβης. Σιληνὸς δὲ καὶ Κλείταρχος τοὺς Αἰολεῖς φασιν οὕτω καλεῖν τὸ ποτήριον. Πάμφιλος δὲ τὸ ποτήριον θερμοποτίδα καλούμενον τὴν κελέβην εἶναι. Νίκανδρος δʼ Κολοφώνιος ἐν ταῖς Γλώσσαις ποιμενικὸν ἀγγεῖον μελιτηρὸν τὴν κελέβην εἶναι. καὶ γὰρ Ἀντίμαχος Κολοφώνιος ἐν πέμπτῳ Θηβαίδος φησί· κήρυκας ἀθανάτοισι φέρειν μέλανος οἴνοιο ἀσκὸν ἐνίπλειον κελέβειόν θʼ ὅττι φέριστον οἷσιν ἐνὶ μεγάροις κεῖτο μέλιτος πεπληθός. καὶ πάλιν· ἀτὰρ ἀμφίθετον κελέβειον ἑλόντες ἔμπλειον μέλιτος, τό ῥά οἱ προφερέστερον ἦεν. ἀλλαχοῦ δέ φησιν· καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον ἔμπλειον μέλιτος, τό ῥά οἱ προφερέστερον εἴη. σαφῶς γὰρ νῦν κελέβειον ἀντὶ ἀγγείου τινὸς τέθεικε, προειπὼν ποτήρια δέπαστρα. Θεόκριτος δʼ Συρακόσιος ἐν ταῖς Φαρμακευτρίαις φησίν· στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ· καὶ Εὐφορίων· ἠέ ποθεν ποταμῶν κελέβῃ ἀποήφυσας ὕδωρ. Ἀνακρέων· ᾠνοχόει δʼ ἀμφίπολος μελιχρὸν οἶνον τρικύαθον κελέβην ἔχουσα. Διονύσιος δʼ Λεπτὸς ἐξηγούμενος Θεοδωρίδα τὸ εἰς τὸν Ἔρωτα μέλος τὴν κελέβην φησὶ τίθεσθαι ἐπὶ τοῦ ὀρθοῦ ποτηρίου οἷον Προυσιάδος καὶ θηρικλείου.
Kaibel Dialogi Personae
PLVTARCHVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License