DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
5

καὶ κατακλιθέντων ἀλλὰ μήν, Πλούταρχος ἔφη, κατὰ τὸν Φλιάσιον ποιητὴν Πρατίναν οὐ γᾶν αὐλακισμέναν ἀρῶν, ἀλλʼ ἄσκαφον ματεύων, κυλικηγορήσων ἔρχομαι, οὐ τῶν Κυλικράνων εἷς ὑπάρχων, οὓς χλευάζων Ἕρμιππος κωμῳδιοποιὸς ἐν τοῖς Ἰάμβοις φησίν· εἰς τὸ Κυλικράνων βαδίζων σπληνόπεδον ἀφικόμην· εἶδον οὖν τὴν Ἡράκλειαν καὶ μάλʼ ὡραίαν πόλιν. Ἡρακλεῶται δʼ εἰσὶν οὗτοι οἱ ὑπὸ τῇ Οἴτῃ κατοικοῦντες, ὥς φησι Νίκανδρος Θυατειρηνός, ὀνομασθῆναι φάσκων αὐτοὺς ἀπό τινος Κύλικος γένος Λυδοῦ, ἑνὸς τῶν Ἡρακλεῖ συστρατευσαμένων. μνημονεύει δʼ αὐτῶν καὶ Σκυθῖνος Τήιος ἐν τῇ ἐπιγραφομένῃ Ἱστορίῃ λέγων οὕτως· Ἡρακλῆς λαβὼν Εὔρυτον καὶ τὸν υἱὸν ἔκτεινε φόρους πρήσσοντας παρʼ Εὐβοέων. Κυλικρῆνας ἐξεπόρθησε λῃζομένους καὶ αὐτόθι πόλιν ἐδείματο Ἡράκλειαν τὴν Τρηχινίαν καλεομένην. Πολέμων δʼ ἐν τῷ πρώτῳ τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονόν φησιν οὕτως· τῆς δʼ Ἡρακλείας τῆς ὑπὸ τὴν Οἴτην καὶ Τραχῖνος τῶν οἰκητόρων μεθʼ Ἡρακλέους τινὲς ἀφικόμενοι ἐκ Λυδίας Κυλικρᾶνες, οἳ δʼ Ἀθαμᾶνες, ἀφʼ ὧν οἱ τόποι διαμένουσιν· οἷς οὐδὲ τῆς πολιτείας μετέδοσαν οἱ Ἡρακλεῶται συνοικοῦσιν, ἀλλοφύλους ὑπολαβόντες. Κυλικρᾶνες δὲ λέγονται, ὅτι τοὺς ὤμους κεχαραγμένοι κύλικας ἦσαν.
Kaibel Dialogi Personae
PLVTARCHVS

VLPIANVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License